§3.52.1ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ θέρους τούτου καὶ οἱ Πλαταιῆς οὐκέτι ἔχοντες σῖτον οὐδὲ δυνάμενοι πολιορκεῖσθαι ξυνέβησαν τοῖς Πελοποννησίοις τοιῷδε τρόπῳ.
在同一年夏天的同一时期,普拉提亚人也因为粮食耗尽、无法再承受围困,而通过以下方式向伯罗奔尼撒人投降。
§3.52.2προσέβαλλον αὐτῶν τῷ τείχει, οἱ δὲ οὐκ ἐδύναντο ἀμύνεσθαι.
伯罗奔尼撒人向他们的城墙发起进攻,而普拉提亚人已无力防守。
γνοὺς δὲ ὁ Λακεδαιμόνιος ἄρχων τὴν ἀσθένειαν αὐτῶν βίᾳ μὲν οὐκ ἐβούλετο ἑλεῖν (εἰρημένον γὰρ ἦν αὐτῷ ἐκ Λακεδαίμονος, ὅπως, εἰ σπονδαὶ γίγνοιντό ποτε πρὸς Ἀθηναίους καὶ ξυγχωροῖεν ὅσα πολέμῳ χωρία ἔχουσιν ἑκάτεροι ἀποδίδοσθαι, μὴ ἀνάδοτος εἴη ἡ Πλάταια ὡς αὐτῶν ἑκόντων προσχωρησάντων), προσπέμπει δὲ αὐτοῖς κήρυκα λέγοντα, εἰ βούλονται παραδοῦναι τὴν πόλιν ἑκόντες τοῖς Λακεδαιμονίοις καὶ δικασταῖς ἐκείνοις χρήσασθαι, τούς τε ἀδίκους κολάζειν, παρὰ δίκην δὲ οὐδένα.
斯巴达指挥官察觉到了他们的虚弱,但并不想通过武力强行攻占;因为他曾收到来自斯巴达的指示,即如果将来与雅典人缔结和约,双方同意归还各自在战争中占领的所有地方时,普拉提亚因其属于“自愿归顺”而无需被归还。 因此,他向普拉提亚人派出一名使者,询问他们是否愿意自愿将城市移交给斯巴达人,并接受斯巴达人作为裁判官,前提是惩罚违法者,但不违背正义惩罚任何人。
§3.52.3τοσαῦτα μὲν ὁ κῆρυξ εἶπεν· οἱ δέ (ἦσαν γὰρ ἤδη ἐν τῷ ἀσθενεστάτῳ) παρέδοσαν τὴν πόλιν.
使者只说了这些;而普拉提亚人(因为已经陷入极度虚弱的状态)便交出了城市。
καὶ τοὺς Πλαταιᾶς ἔτρεφον οἱ Πελοποννήσιοι ἡμέρας τινάς, ἐν ὅσῳ οἱ ἐκ τῆς Λακεδαίμονος δικασταὶ πέντε ἄνδρες ἀφίκοντο.
在来自斯巴达的五位裁判官抵达前的几天里,伯罗奔尼撒人一直提供粮食维持普拉提亚人的生活。
§3.52.4ἐλθόντων δὲ αὐτῶν κατηγορία μὲν οὐδεμία προυτέθη, ἠρώτων δὲ αὐτοὺς ἐπικαλεσάμενοι τοσοῦτον μόνον, εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἐν τῷ πολέμῳ τῷ καθεστῶτι ἀγαθόν [τι] εἰργασμένοι εἰσίν.
裁判官们抵达后,并未提出任何正式指控,只是召集他们并仅问了这样一个问题:在当前的这场战争中,他们是否曾对斯巴达人及其盟友做过任何有益的贡献。
§3.52.5οἱ δ’ ἔλεγον αἰτησάμενοι μακρότερα εἰπεῖν καὶ προτάξαντες σφῶν αὐτῶν Ἀστύμαχόν τε τὸν Ἀσωπολάου καὶ Λάκωνα τὸν Αἰειμνήστου πρόξενον ὄντα Λακεδαιμονίων·
普拉提亚人请求允许他们作更长篇幅的申辩,并推举了阿索波拉乌斯之子阿斯提马科斯和艾伊姆内斯图斯之子、斯巴达的公益代办人拉孔作为代表。
καὶ ἐπελθόντες ἔλεγον τοιάδε.
他们走上前来,发表了如下演说。