§3.43.1‘ὧν ἡμεῖς τἀναντία δρῶμεν, καὶ προσέτι ἤν τις καὶ ὑποπτεύηται κέρδους μὲν ἕνεκα τὰ βέλτιστα δὲ ὅμως λέγειν, φθονήσαντες τῆς οὐ βεβαίου δοκήσεως τῶν κερδῶν τὴν φανερὰν ὠφελίαν τῆς πόλεως ἀφαιρούμεθα.
“而我们所做的恰恰相反;而且,如果有人即便被怀疑是为了私利,却仍然说出了最有利的建言,我们却因为嫉妒那不确定的利益嫌疑,而剥夺了城邦本可获得的显而易见的利益。
§3.43.2καθέστηκε δὲ τἀγαθὰ ἀπὸ τοῦ εὐθέος λεγόμενα μηδὲν ἀνυποπτότερα εἶναι τῶν κακῶν, ὥστε δεῖν ὁμοίως τόν τε τὰ δεινότατα βουλόμενον πεῖσαι ἀπάτῃ προσάγεσθαι τὸ πλῆθος καὶ τὸν τὰ ἀμείνω λέγοντα ψευσάμενον πιστὸν γενέσθαι.
直言不讳的善意建言,其不受怀疑的程度已经变得绝不亚于恶意的建言,以至于想要说服大家接受最可怕的主张的人,同样必须通过欺骗来争取民众,而提出更好建议的人,也必须通过谎言才能获得信任。
§3.43.3μόνην τε πόλιν διὰ τὰς περινοίας εὖ ποιῆσαι ἐκ τοῦ προφανοῦς μὴ ἐξαπατήσαντα ἀδύνατον· ὁ γὰρ διδοὺς φανερῶς τι ἀγαθὸν ἀνθυποπτεύεται ἀφανῶς πῃ πλέον ἕξειν.
并且,由于你们的过度精明,唯独在这个城邦,若不采取欺骗就无法公开地为城邦造福;因为公开施予某种好处的人,反而会被怀疑是在暗中以此谋取更多的私利。
§3.43.4χρὴ δὲ πρὸς τὰ μέγιστα καὶ ἐν τῷ τοιῷδε ἀξιοῦν τι ἡμᾶς περαιτέρω προνοοῦντας λέγειν ὑμῶν τῶν δι’ ὀλίγου σκοπούντων, ἄλλως τε καὶ ὑπεύθυνον τὴν παραίνεσιν ἔχοντας πρὸς ἀνεύθυνον τὴν ὑμετέραν ἀκρόασιν.
但是在最重大的事务面前,在这样的情况下,我们应当自认为应该比只看眼前的你们看得更远一些来发表言论,尤其是因为我们的劝告是要承担责任的,而你们的听审则是不用承担责任的。
§3.43.5εἰ γὰρ ὅ τε πείσας καὶ ὁ ἐπισπόμενος ὁμοίως ἐβλάπτοντο, σωφρονέστερον ἂν ἐκρίνετε· νῦν δὲ πρὸς ὀργὴν ἥντινα τύχητε ἔστιν ὅτε σφαλέντες τὴν τοῦ πείσαντος μίαν γνώμην ζημιοῦτε καὶ οὐ τὰς ὑμετέρας αὐτῶν, εἰ πολλαὶ οὖσαι ξυνεξήμαρτον.
因为,如果说服者和追随者同样遭受损失,你们在判断时就会更加审慎;但事实上,每当你们遭遇挫折,就会顺从碰巧产生的任何愤怒,惩罚说服者的那一个人的意见,而不惩罚你们自己的意见,即便你们的意见人数众多且共同犯了错误。 ”