Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.44.1-3.44.4

立足雅典自身利益而非正义的裁决主张

第 293 段,共 917 段 · 希腊语

内容简介

迪奥多图斯主张,关于米提莱涅人命运的辩论不应关注其道德上的不义,而应着眼于雅典自身的利益,并反驳了克里昂关于死刑能起到未来威慑作用的观点。

§3.44.1‘ἐγὼ δὲ παρῆλθον οὔτε ἀντερῶν περὶ Μυτιληναίων οὔτε κατηγορήσων.
“我走上讲坛,既不是为了替米提莱涅人辩护,也不是为了指控他们。
οὐ γὰρ περὶ τῆς ἐκείνων ἀδικίας ἡμῖν ὁ ἀγών, εἰ σωφρονοῦμεν, ἀλλὰ περὶ τῆς ἡμετέρας εὐβουλίας.
因为如果我们明智的话,我们争论的焦点不是他们的不义,而是我们自己的明智决策。
§3.44.2ἤν τε γὰρ ἀποφήνω πάνυ ἀδικοῦντας αὐτούς, οὐ διὰ τοῦτο καὶ ἀποκτεῖναι κελεύσω, εἰ μὴ ξυμφέρον, ἤν τε καὶ ἔχοντάς τι ξυγγνώμης † εἶεν †, εἰ τῇ πόλει μὴ ἀγαθὸν φαίνοιτο.
因为即使我证明他们完全不义,如果这对我们没有好处,我也不会因此要求处死他们;即使他们确实有可宽恕之处,如果这看来对城邦并无益处,我(也不会主张宽恕他们)。
§3.44.3νομίζω δὲ περὶ τοῦ μέλλοντος ἡμᾶς μᾶλλον βουλεύεσθαι ἢ τοῦ παρόντος.
我认为我们是在为未来而不是为现在进行商议。
καὶ τοῦτο ὃ μάλιστα Κλέων ἰσχυρίζεται, ἐς τὸ λοιπὸν ξυμφέρον ἔσεσθαι πρὸς τὸ ἧσσον ἀφίστασθαι θάνατον ζημίαν προθεῖσι, καὶ αὐτὸς περὶ τοῦ ἐς τὸ μέλλον καλῶς ἔχοντος ἀντισχυριζόμενος τἀναντία γιγνώσκω.
至于克里昂最极力主张的这一点——即通过规定死刑为惩罚,对将来减少叛乱是有利的——我自己对此对抗地坚持关于未来的长远利益,得出了相反的结论。
§3.44.4καὶ οὐκ ἀξιῶ ὑμᾶς τῷ εὐπρεπεῖ τοῦ ἐκείνου λόγου τὸ χρήσιμον τοῦ ἐμοῦ ἀπώσασθαι.
我不希望你们因为他言辞的华丽而排斥我的言辞的实用性。
δικαιότερος γὰρ ὢν αὐτοῦ ὁ λόγος πρὸς τὴν νῦν ὑμετέραν ὀργὴν ἐς Μυτιληναίους τάχ’ ἂν ἐπισπάσαιτο· ἡμεῖς δὲ οὐ δικαζόμεθα πρὸς αὐτούς, ὥστε τῶν δικαίων δεῖν, ἀλλὰ βουλευόμεθα περὶ αὐτῶν, ὅπως χρησίμως ἕξουσιν.
他的话因为更符合正义,顺应了你们目前对米提莱涅人的愤怒,或许会吸引你们;但我们并不是在与他们打官司,以至于需要正义,而是在商议关于他们的事情,即如何使他们对我们有用。 ”

词汇与语法注释

  1. §3.44.2ἤν τε καὶ ἔχοντάς τι ξυγγνώμης † εἶεν † — 抄本中传下来的 εἶ演在语法上存疑,因而被标记了剑号(crux)。在句法上,它构成了与前半句 ἤν... ἀποφήνω 相对比的条件从句,解作“即使他们确实有可宽恕之处”。后面省略了相应的结句(“我亦不会主张宽恕他们”),整个结构需根据前一句的“我不会要求处死他们”来进行类推补全。
  2. §3.44.3πρὸς τὸ ἧσσον ἀφίστασθαι θάνατον ζημίαν προθεῖσι — 与格分词短语 θάνατον ζημίαν προθεῖσι(对于规定死刑为惩罚的人而言)修饰形容词 ξυμφέρον(有利的)。短语 πρὸς τὸ ἧσσον ἀφίστασθαι(旨在减少叛乱的发生)是一个表示目的或方向的介词短语,其中名词化的不定式受介词 πρὸς 支配。
  3. §3.44.4ὥστε τῶν δικαίων δεῖν — 无人称动词 δεῖ 的不定式 δεῖν 引导了一个表示结果的 ὥστε 从句。动词 δεῖ 支配属格 τῶν δικαίων,意为“需要正义”。它表示由主句“我们并不是在与他们打官司”逻辑上导出的结果。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.44.1-3.44.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.44.1-3.44.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。