§3.19.1προσδεόμενοι δὲ οἱ Ἀθηναῖοι χρημάτων ἐς τὴν πολιορκίαν, καὶ αὐτοὶ ἐσενεγκόντες τότε πρῶτον ἐσφορὰν διακόσια τάλαντα, ἐξέπεμψαν καὶ ἐπὶ τοὺς ξυμμάχους ἀργυρολόγους ναῦς δώδεκα καὶ Λυσικλέα πέμπτον αὐτὸν στρατηγόν.
雅典人因围城战需要更多资金,他们自己也在此时首次征收了两百塔兰同的临时税,随后也向盟国派遣了十二艘征金船,并派遣了吕西克勒斯(作为五名将军之一)前往。
§3.19.2ὁ δὲ ἄλλα τε ἠργυρολόγει καὶ περιέπλει, καὶ τῆς Καρίας ἐκ Μυοῦντος ἀναβὰς διὰ τοῦ Μαιάνδρου πεδίου μέχρι τοῦ Σανδίου λόφου, ἐπιθεμένων τῶν Καρῶν καὶ Ἀναιιτῶν αὐτός τε διαφθείρεται καὶ τῆς ἄλλης στρατιᾶς πολλοί.
他沿途在各处征金并环航,随后从卡里亚的缪乌斯出发,穿过迈安德平原,向内陆上行至桑迪奥斯之丘;由于卡里亚人和阿奈亚人发动袭击,他本人以及其他军队中的许多人皆一同阵亡。