Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.90.1-2.90.6

伯罗奔尼撒军的奇袭与诺帕克特斯海战

第 236 段,共 917 段 · 希腊语

内容简介

伯罗奔尼撒军队排成四列向诺帕克特斯方向起航,成功诱使雅典舰队紧急沿岸出航。随后,伯罗奔尼撒人发动突然袭击,将雅典舰队逼上陆地并予以重创,尽管有十一艘雅典船只逃脱,其余许多船只被毁或被拖走,部分船只在美塞尼亚盟军的协助下被夺回。

§2.90.1τοιαῦτα δὲ καὶ ὁ Φορμίων παρεκελεύσατο.
福尔米翁也以此类话语鼓励了部下。
οἱ δὲ Πελοποννήσιοι, ἐπειδὴ αὐτοῖς οἱ Ἀθηναῖοι οὐκ ἐπέπλεον ἐς τὸν κόλπον καὶ τὰ στενά, βουλόμενοι ἄκοντας ἔσω προαγαγεῖν αὐτούς, ἀναγαγόμενοι ἅμα ἕῳ ἔπλεον, ἐπὶ τεσσάρων ταξάμενοι τὰς ναῦς ἐπὶ τὴν ἑαυτῶν γῆν, ἔσω ἐπὶ τοῦ κόλπου, δεξιῷ κέρᾳ ἡγουμένῳ, ὥσπερ καὶ ὥρμουν·
而伯罗奔尼撒人见雅典人没有向着海湾和狭窄水域朝他们驶来,便希望违背雅典人的意愿将其引诱到内部。 于是,他们在黎明时分起航,将船只排成四列,向着他们自己的领地,沿着海湾内部航行,以右翼为先导,正如他们此前停泊时那样。
§2.90.2ἐπὶ δ’ αὐτῷ εἴκοσιν ἔταξαν τὰς ἄριστα πλεούσας, ὅπως, εἰ ἄρα νομίσας ἐπὶ τὴν Ναύπακτον αὐτοὺς πλεῖν ὁ Φορμίων καὶ αὐτὸς ἐπιβοηθῶν ταύτῃ παραπλέοι, μὴ διαφύγοιεν πλέοντα τὸν ἐπίπλουν σφῶν οἱ Ἀθηναῖοι ἔξω τοῦ ἑαυτῶν κέρως, ἀλλ’ αὗται αἱ νῆες περικλῄσειαν.
他们在右翼部署了二十艘航行性能最好的船只,以便如果福尔米翁认为他们是在驶向诺帕克特斯,并亲自率船沿岸驶往该处救援,雅典人就无法从他们逼近的袭击中逃脱至其翼侧之外,而是能由这二十艘船将其包围。
§2.90.3ὁ δέ, ὅπερ ἐκεῖνοι προσεδέχοντο, φοβηθεὶς περὶ τῷ χωρίῳ ἐρήμῳ ὄντι, ὡς ἑώρα ἀναγομένους αὐτούς, ἄκων καὶ κατὰ σπουδὴν ἐμβιβάσας ἔπλει παρὰ τὴν γῆν· καὶ ὁ πεζὸς ἅμα τῶν Μεσσηνίων παρεβοήθει.
而福尔米翁正如敌人所预料的那样,因担心该地空虚无备,一见他们起航,便违心地、急忙地让兵士登船,沿着陆地航行;同时,美塞尼亚人的陆军也并肩行进,予以协助。
§2.90.4ἰδόντες δὲ οἱ Πελοποννήσιοι κατὰ μίαν ἐπὶ κέρως παραπλέοντας καὶ ἤδη ὄντας ἐντὸς τοῦ κόλπου τε καὶ πρὸς τῇ γῇ, ὅπερ ἐβούλοντο μάλιστα, ἀπὸ σημείου ἑνὸς ἄφνω ἐπιστρέψαντες τὰς ναῦς μετωπηδὸν ἔπλεον, ὡς εἶχε τάχους ἕκαστος, ἐπὶ τοὺς Ἀθηναίους, καὶ ἤλπιζον πάσας τὰς ναῦς ἀπολήψεσθαι.
伯罗奔尼撒人看见雅典人排成单列纵队沿岸航行,并且已经进入海湾内部且靠近陆地,这正是他们最希望看到的。 他们根据一个统一的信号,突然调转船只,排成横队,各自以最快的速度向雅典人驶去,并期望能截获所有的船只。
§2.90.5τῶν δὲ ἕνδεκα μέν τινες αἵπερ ἡγοῦντο ὑπεκφεύγουσι τὸ κέρας τῶν Πελοποννησίων καὶ τὴν ἐπιστροφὴν ἐς τὴν εὐρυχωρίαν· τὰς δ’ ἄλλας ἐπικαταλαβόντες ἐξέωσάν τε πρὸς τὴν γῆν ὑποφευγούσας καὶ διέφθειραν, ἄνδρας τε τῶν Ἀθηναίων ἀπέκτειναν ὅσοι μὴ ἐξένευσαν αὐτῶν.
在这些船只中,领头的十一艘左右逃脱了伯罗奔尼撒人的翼侧及其转向,进入了开阔水域;但对其余的船只,敌人追赶上去,将正在逃跑的船只逼推到陆地上并予以摧毁,并杀害了雅典人中未能游水逃生的人。
§2.90.6καὶ τῶν νεῶν τινὰς ἀναδούμενοι εἷλκον κενάς (μίαν δὲ αὐτοῖς ἀνδράσιν εἷλον ἤδη), τὰς δέ τινας οἱ Μεσσήνιοι παραβοηθήσαντες καὶ ἐπεσβαίνοντες ξὺν τοῖς ὅπλοις ἐς τὴν θάλασσαν καὶ ἐπιβάντες ἀπὸ τῶν καταστρωμάτων μαχόμενοι ἀφείλοντο ἑλκομένας ἤδη.
他们还将其中几艘空船系上绳索拖走(其中一艘已被连同船员一起俘获);而对于另外几艘,赶来增援的美塞尼亚人带武器跃入海中,登上甲板战斗,将已经开始被拖走的船只夺了回来。

词汇与语法注释

  1. §2.90.1ἐπὶ τεσσάρων — 前置词 ἐπί 加上数词属格在军事语境中用于表示阵型的深度(“多少列/重”)。此处指伯罗奔尼撒舰队排成四列深度(四列纵队)航行。
  2. §2.90.2πλέοντα τὸν ἐπίπλουν — 分词 `πλέοντα` 是现在活动分词单数阳性宾格,作为定语修饰紧随其后的名词 `τὸν ἐπίπλουν`(“袭击”或“前进”),意为“他们逼近的袭击”。从语法上讲,它无法修饰处于主格的生格主语 `οἱ Ἀθηναῖοι`。
  3. §2.90.4ὡς εἶχε τάχους ἕκαστος — 这是一个由连词 `ὡς`、不及物动词 `ἔχω`(处于某状态)和部分属格 `τάχους`(速度)组成的习惯表达,意为“各自以最快的速度”(字面意为“就各人的速度状态而言”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.90.1-2.90.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.90.1-2.90.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。