Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.89.1-2.89.11

福尔米奥鼓舞雅典士兵的演说与战术方针

第 235 段,共 917 段 · 希腊语

内容简介

福尔米奥向雅典士兵发表演说,强调他们过去的胜利和海战经验优势,鼓励他们不要害怕敌人的数量。同时,他解释了避免在狭窄湾内作战、以发挥己方机动优势的战术方针。

§2.89.1‘ὁρῶν ὑμᾶς, ὦ ἄνδρες στρατιῶται, πεφοβημένους τὸ πλῆθος τῶν ἐναντίων ξυνεκάλεσα, οὐκ ἀξιῶν τὰ μὴ δεινὰ ἐν ὀρρωδίᾳ ἔχειν.
“士兵们,看到你们因敌人的众多而感到恐惧,我召集了你们,因为我认为不应当对那些并不可怕的事物怀有恐惧。
§2.89.2οὗτοι γὰρ πρῶτον μὲν διὰ τὸ προνενικῆσθαι καὶ μηδ’ αὐτοὶ οἴεσθαι ὁμοῖοι ἡμῖν εἶναι τὸ πλῆθος τῶν νεῶν καὶ οὐκ ἀπὸ τοῦ ἴσου παρεσκευάσαντο·
因为首先,由于他们以前曾被打败,而且他们自己也不认为能与我们抗衡,他们才准备了这大批船只,而不是在对等的条件下进行准备。
ἔπειτα ᾧ μάλιστα πιστεύοντες προσέρχονται, ὡς προσῆκον σφίσιν ἀνδρείοις εἶναι, οὐ δι’ ἄλλο τι θαρσοῦσιν ἢ διὰ τὴν ἐν τῷ πεζῷ ἐμπειρίαν τὰ πλείω κατορθοῦντες, καὶ οἴονται σφίσι καὶ ἐν τῷ ναυτικῷ ποιήσειν τὸ αὐτό.
其次,他们前进时最依赖的信念——即他们应当是勇敢的——他们之所以对此有信心,完全是因为他们在陆战中的经验使他们在大多数情况下获得成功,他们便以为在海军中他们也同样能做到这一点。
§2.89.3τὸ δ’ ἐκ τοῦ δικαίου ἡμῖν μᾶλλον νῦν περιέσται, εἴπερ καὶ τούτοις ἐν ἐκείνῳ, ἐπεὶ εὐψυχίᾳ γε οὐδὲν προφέρουσι, τῷ δὲ ἑκάτεροί τι εἶναι ἐμπειρότεροι θρασύτεροί ἐσμεν.
但在情理上,这一次优势将更属于我们,如果说在那种情况下优势属于他们的话;因为在勇气方面他们根本不比我们强,而我们之所以更有信心,是因为我们在各自的领域更有经验。
§2.89.4Λακεδαιμόνιοί τε ἡγούμενοι αὐτῶν διὰ τὴν σφετέραν δόξαν ἄκοντας προσάγουσι τοὺς πολλοὺς ἐς τὸν κίνδυνον, ἐπεὶ οὐκ ἄν ποτε ἐνεχείρησαν ἡσσηθέντες παρὰ πολὺ αὖθις ναυμαχεῖν.
此外,领导他们的拉刻代蒙人为了自己的名声,违背同盟中大多数人的意愿而将他们推进危险之中,因为如果不是这样,他们在遭受惨败之后是绝不敢再次尝试进行海战的。
§2.89.5μὴ δὴ αὐτῶν τὴν τόλμαν δείσητε.
因此,不要害怕他们的胆量。
πολὺ δὲ ὑμεῖς ἐκείνοις πλείω φόβον παρέχετε καὶ πιστότερον κατά τε τὸ προνενικηκέναι καὶ ὅτι οὐκ ἂν ἡγοῦνται μὴ μέλλοντάς τι ἄξιον τοῦ παρὰ πολὺ πράξειν ἀνθίστασθαι ὑμᾶς.
你们带给他们的恐惧要大得多,也更为牢固,这不仅是因为你们此前获胜,还因为他们认为,如果你们不打算做出一些与那场惨败相称的惊人举动,你们是绝不会站出来抵抗的。
§2.89.6ἀντίπαλοι μὲν γὰρ οἱ πλείους, ὥσπερ οὗτοι, τῇ δυνάμει τὸ πλέον πίσυνοι ἢ τῇ γνώμῃ ἐπέρχονται· οἱ δὲ ἐκ πολλῷ ὑποδεεστέρων, καὶ ἅμα οὐκ ἀναγκαζόμενοι, μέγα τι τῆς διανοίας τὸ βέβαιον ἔχοντες ἀντιτολμῶσιν.
因为大多数对手,就像这些人一样,前进时更多是依靠实力而不是依靠意志;而那些以远远劣势的兵力,且在不受强迫的情况下进行抵抗的人,是因为他们的内心有着某种巨大的坚定信念。
ἃ λογιζόμενοι οὗτοι τῷ οὐκ εἰκότι πλέον πεφόβηνται ἡμᾶς ἢ τῇ κατὰ λόγον παρασκευῇ.
考虑到这一点,这些人因为这种出乎意料的情况而更加害怕我们,其程度甚至超过了对我们合理准备的害怕。
§2.89.7πολλὰ δὲ καὶ στρατόπεδα ἤδη ἔπεσεν ὑπ’ ἐλασσόνων τῇ ἀπειρίᾳ, ἔστι δὲ ἃ καὶ τῇ ἀτολμίᾳ· ὧν οὐδετέρου ἡμεῖς νῦν μετέχομεν.
事实上,已有许多军队因为缺乏经验而败于少数敌人,也有一些因为缺乏胆量而落败;而现在这两者我们都不占。
§2.89.8τὸν δὲ ἀγῶνα οὐκ ἐν τῷ κόλπῳ ἑκὼν εἶναι ποιήσομαι οὐδ’ ἐσπλεύσομαι ἐς αὐτόν.
我不会自愿在湾内进行战斗,也不会驶入其中。
ὁρῶ γὰρ ὅτι πρὸς πολλὰς ναῦς ἀνεπιστήμονας ὀλίγαις ναυσὶν ἐμπείροις καὶ ἄμεινον πλεούσαις ἡ στενοχωρία οὐ ξυμφέρει.
因为我看到,对于少数经验丰富且航行性能较好的船只来说,面对许多缺乏经验的船只,狭窄的水域是不利的。
οὔτε γὰρ ἂν ἐπιπλεύσειέ τις ὡς χρὴ ἐς ἐμβολήν, μὴ ἔχων τὴν πρόσοψιν τῶν πολεμίων ἐκ πολλοῦ, οὔτ’ ἂν ἀποχωρήσειεν ἐν δέοντι πιεζόμενος·
因为如果不能从远处看清敌人,谁也无法以应有的方式驶去冲撞敌船,在危急被逼时也无法退却。
διέκπλοι τε οὐκ εἰσὶν οὐδ’ ἀναστροφαί, ἅπερ νεῶν ἄμεινον πλεουσῶν ἔργα ἐστίν, ἀλλὰ ἀνάγκη ἂν εἴη τὴν ναυμαχίαν πεζομαχίαν καθίστασθαι, καὶ ἐν τούτῳ αἱ πλείους νῆες κρείσσους γίγνονται.
既没有突破的余地,也没有旋转的空间——而这些正是航行性能较好的船只所能发挥的作用——海战势必会变成陆战,而在这种情况下,船只数量较多的一方就会占优势。
§2.89.9τούτων μὲν οὖν ἐγὼ ἕξω τὴν πρόνοιαν κατὰ τὸ δυνατόν·
因此,对于这些事情,我会尽最大努力做好预见;而你们则要在船旁保持良好的秩序,迅速接受命令,特别是由于敌人的对峙近在咫尺。
ὑμεῖς δὲ εὔτακτοι παρὰ ταῖς ναυσὶ μένοντες τά τε παραγγελλόμενα ὀξέως δέχεσθε, ἄλλως τε καὶ δι’ ὀλίγου τῆς ἐφορμήσεως οὔσης, καὶ ἐν τῷ ἔργῳ κόσμον καὶ σιγὴν περὶ πλείστου ἡγεῖσθε, ὃ ἔς τε τὰ πολλὰ τῶν πολεμίων ξυμφέρει καὶ ναυμαχίᾳ οὐχ ἥκιστα, ἀμύνεσθέ τε τούσδε ἀξίως τῶν προειργασμένων.
在行动中,要将秩序和静默视为最重要的事情,这在战争的许多方面都有利,尤其是在海战中。 你们要以配得上过去战绩的方式击退这些人。
§2.89.10ὁ δὲ ἀγὼν μέγας ὑμῖν, ἢ καταλῦσαι Πελοποννησίων τὴν ἐλπίδα τοῦ ναυτικοῦ ἢ ἐγγυτέρω καταστῆσαι Ἀθηναίοις τὸν φόβον περὶ τῆς θαλάσσης.
对你们来说,这是一场伟大的斗争,要么彻底摧毁伯罗奔尼撒人对海军的希望,要么让雅典人对海上支配的恐惧变得更加迫近。
§2.89.11ἀναμιμνῄσκω δ’ αὖ ὑμᾶς ὅτι νενικήκατε αὐτῶν τοὺς πολλούς· ἡσσημένων δὲ ἀνδρῶν οὐκ ἐθέλουσιν αἱ γνῶμαι πρὸς τοὺς αὐτοὺς κινδύνους ὁμοῖαι εἶναι.
我再次提醒你们,你们已经击败了他们中的大多数人;而战败者的斗志在面对相同的危险时,是无法保持如初的。

词汇与语法注释

  1. §2.89.1τὰ μὴ δεινὰ ἐν ὀρρωδίᾳ ἔχειν — τὰ μὴ δεινὰ 是带有表示泛指否定 μή 的宾格名词短语,意为“(本质上)不可怕的事物”。ἐν ὀρρωδίᾳ ἔχειν 是个习惯表达,意为“处于恐惧之中”或“害怕”。整个短语作为不定式分句,受 οὐκ ἀξιῶν(认为不应当)支配。
  2. §2.89.2ᾧ μάλιστα πιστεύοντες προσέρχονται — 关系代词 ᾧ(与格)的先行词指向后文 ὡς προσῆκον σφίσιν ἀνδρείοις εἶναι 的整句内容,或更广泛地指他们在陆战中的经验。该关系从句被置于句首,起到了预先提示主句 οὐ δι’ ἄλλο τι θαρσοῦσιν...(他们之所以有信心,并非出于其他原因……)逻辑主题的作用。
  3. §2.89.2ὡς προσῆκον σφίσιν ἀνδρείοις εἶναι — 这是带有 ὡς 的宾格绝对结构(accusative absolute),使用了非人称动词分词 προσῆκον,意为“仿佛他们应当是勇敢的(勇敢是理所当然的)”。σφίσιν(对他们自己)是与格,不定式 εἶναι 的补足语 ἀνδρείοις 也与其一致而采用与格。
  4. §2.89.3τὸ δ’ ἐκ τοῦ δικαίου ἡμῖν μᾶλλον νῦν περιέσται — τὸ ἐκ τοῦ δικαίου 是个副词性表达,意为“合乎情理地”或“理所当然地”。动词 περιέσται(περιγίγνομαι 的将来时)带与格 ἡμῖν,表示“(优势或胜利)归于我们”或“我们将占上风”。
  5. §2.89.5οὐκ ἂν ἡγοῦνται μὴ μέλλοντάς τι ἄξιον τοῦ παρὰ πολὺ πράξειν ἀνθίστασθαι ὑμᾶς — 助词 ἂν 与不定式 ἀνθίστασθαι 连用,表示条件性的推论(“绝不会抵抗”)。条件包含在带有否定词 μὴ 的分词 μὴ μέλλοντας(“如果不打算……”)中。τοῦ παρὰ πολύ 指的是前文提到的“大败”,作为 ἄξιον(与……相称的)的属格补足语。
  6. §2.89.8ἑκὼν εἶναι — 这是一个使用绝对不定式(absolute infinitive)的固定表达,主要与否定词连用(此处为 οὐκ... ποιήσομαι),表示限制或强调,意为“自愿地”或“就我的意愿而言(绝不……)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.89.1-2.89.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.89.1-2.89.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。