§2.91.1ταύτῃ μὲν οὖν οἱ Πελοποννήσιοι ἐκράτουν τε καὶ διέφθειραν τὰς Ἀττικὰς ναῦς· αἱ δὲ εἴκοσι νῆες αὐτῶν αἱ ἀπὸ τοῦ δεξιοῦ κέρως ἐδίωκον τὰς ἕνδεκα ναῦς τῶν Ἀθηναίων αἵπερ ὑπεξέφυγον τὴν ἐπιστροφὴν ἐς τὴν εὐρυχωρίαν.
就这样,伯罗奔尼撒人占据了优势,并摧毁了雅典的船只;而他们右翼的二十艘船则在追击那十一艘避开了敌军转向、逃往开阔水域的雅典船只。
καὶ φθάνουσιν αὐτοὺς πλὴν μιᾶς νεὼς προκαταφυγοῦσαι ἐς τὴν Ναύπακτον, καὶ σχοῦσαι ἀντίπρῳροι κατὰ τὸ Ἀπολλώνιον παρεσκευάζοντο ἀμυνούμενοι, ἢν ἐς τὴν γῆν ἐπὶ σφᾶς πλέωσιν.
除了其中一艘之外,其余的船只都抢先一步逃回了诺帕克特斯,并在阿波罗神庙附近调转船头迎敌停泊,准备在敌军向陆地逼近他们时进行防守。
§2.91.2οἱ δὲ παραγενόμενοι ὕστερον ἐπαιάνιζόν τε ἅμα πλέοντες ὡς νενικηκότες, καὶ τὴν μίαν ναῦν τῶν Ἀθηναίων τὴν ὑπόλοιπον ἐδίωκε Λευκαδία ναῦς μία πολὺ πρὸ τῶν ἄλλων.
而后到的船只则一边航行一边唱着凯歌,仿佛已经获胜;而那艘落后的唯一一艘雅典船只,则被一艘远远领先于其他同伴的莱夫卡斯船只追击着。
§2.91.3ἔτυχε δὲ ὁλκὰς ὁρμοῦσα μετέωρος, περὶ ἣν ἡ Ἀττικὴ ναῦς φθάσασα καὶ περιπλεύσασα τῇ Λευκαδίᾳ διωκούσῃ ἐμβάλλει μέσῃ καὶ καταδύει.
当时恰好有一艘商船停泊在海面上,雅典船只抢先绕过这艘商船,猛烈撞击了正在追击的莱夫卡斯船只的船身中部,并将其击沉。
§2.91.4τοῖς μὲν οὖν Πελοποννησίοις γενομένου τούτου ἀπροσδοκήτου τε καὶ παρὰ λόγον φόβος ἐμπίπτει, καὶ ἅμα ἀτάκτως διώκοντες διὰ τὸ κρατεῖν αἱ μέν τινες τῶν νεῶν καθεῖσαι τὰς κώπας ἐπέστησαν τοῦ πλοῦ, ἀξύμφορον δρῶντες πρὸς τὴν ἐξ ὀλίγου ἀντεφόρμησιν, βουλόμενοι τὰς πλείους περιμεῖναι, αἱ δὲ καὶ ἐς βράχεα ἀπειρίᾳ χωρίων ὤκειλαν.
对伯罗奔尼撒人来说,由于这件出乎意料且违背常理的事情发生,恐惧袭来;同时,因为处于优势,他们正无秩序地进行追击,于是一些船只放下桨中止了航行——虽然对于应对近距离的抗击而言,这样做是不利的,但他们希望等待其余大多数船只——而另外一些船只由于对该海域地形不熟,搁浅在浅滩上。