§2.86.1οἱ δ’ ἐν τῇ Κυλλήνῃ Πελοποννήσιοι, ἐν τούτῳ ἐν ᾧ οἱ Ἀθηναῖοι περὶ Κρήτην κατείχοντο, παρεσκευασμένοι ὡς ἐπὶ ναυμαχίαν παρέπλευσαν ἐς Πάνορμον τὸν Ἀχαϊκόν, οὗπερ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν Πελοποννησίων προσεβεβοηθήκει.
与此同时,在雅典人被耽搁在克里特岛周围期间,驻扎在库勒涅的伯罗奔尼撒人做好了海战的准备,沿岸航行至亚该亚的帕诺尔摩斯,伯罗奔尼撒人的陆军已赶到该地协助他们。
§2.86.2παρέπλευσε δὲ καὶ ὁ Φορμίων ἐπὶ τὸ Ῥίον τὸ Μολυκρικὸν καὶ ὡρμίσατο ἔξω αὐτοῦ ναυσὶν εἴκοσιν, αἷσπερ καὶ ἐναυμάχησεν.
福尔米奥也沿岸航行到莫里克里翁的里翁,并率领他曾用以进行前次海战的二十艘船只停泊在其外侧。
§2.86.3ἦν δὲ τοῦτο μὲν τὸ Ῥίον φίλιον τοῖς Ἀθηναίοις, τὸ δ’ ἕτερον Ῥίον ἐστὶν ἀντιπέρας, τὸ ἐν τῇ Πελοποννήσῳ· διέχετον δὲ ἀπ’ ἀλλήλων σταδίους μάλιστα ἑπτὰ τῆς θαλάσσης, τοῦ δὲ Κρισαίου κόλπου στόμα τοῦτό ἐστιν.
这处里翁对雅典人是友好的,而另一处里翁在对岸,即在伯罗奔尼撒;两地相距大约七斯塔迪翁的海路,这就是克里萨湾的入口。
§2.86.4ἐπὶ οὖν τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ οἱ Πελοποννήσιοι, ἀπέχοντι οὐ πολὺ τοῦ Πανόρμου, ἐν ᾧ αὐτοῖς ὁ πεζὸς ἦν, ὡρμίσαντο καὶ αὐτοὶ ναυσὶν ἑπτὰ καὶ ἑβδομήκοντα, ἐπειδὴ καὶ τοὺς Ἀθηναίους εἶδον.
因此,伯罗奔尼撒人在看到雅典人时,也率领七十七艘船只停泊在亚该亚的里翁,该地距离帕诺尔摩斯不远,他们的步兵就驻扎在帕诺尔摩斯。
§2.86.5καὶ ἐπὶ μὲν ἓξ ἢ ἑπτὰ ἡμέρας ἀνθώρμουν ἀλλήλοις μελετῶντές τε καὶ παρασκευαζόμενοι τὴν ναυμαχίαν, γνώμην ἔχοντες οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν Ῥίων ἐς τὴν εὐρυχωρίαν, φοβούμενοι τὸ πρότερον πάθος, οἱ δὲ μὴ ἐσπλεῖν ἐς τὰ στενά, νομίζοντες πρὸς ἐκείνων εἶναι τὴν ἐν ὀλίγῳ ναυμαχίαν.
大约有六到七天的时间,他们互相对峙停泊,进行训练并准备海战。 一方(伯罗奔尼撒人)因害怕先前的惨败,打算不驶出两处里翁之外的开阔海域;另一方(雅典人)则认为在狭窄空间的战斗对敌方有利,因而打算不驶入狭窄海域。
§2.86.6ἔπειτα ὁ Κνῆμος καὶ ὁ Βρασίδας καὶ οἱ ἄλλοι τῶν Πελοποννησίων στρατηγοί, βουλόμενοι ἐν τάχει τὴν ναυμαχίαν ποιῆσαι πρίν τι καὶ ἀπὸ τῶν Ἀθηναίων ἐπιβοηθῆσαι, ξυνεκάλεσαν τοὺς στρατιώτας πρῶτον, καὶ ὁρῶντες αὐτῶν τοὺς πολλοὺς διὰ τὴν προτέραν ἧσσαν φοβουμένους καὶ οὐ προθύμους ὄντας παρεκελεύσαντο καὶ ἔλεξαν τοιάδε.
随后,克奈摩斯、布拉西达斯和伯罗奔尼撒人的其他将军,希望在雅典的任何援军到达之前尽快进行海战,于是首先召集了士兵。 他们看到大部分士兵因为先前的失败而心存恐惧、缺乏斗志,便鼓励他们,并说了以下这番话。