§2.87.1‘ἡ μὲν γενομένη ναυμαχία, ὦ ἄνδρες Πελοποννήσιοι, εἴ τις ἄρα δι’ αὐτὴν ὑμῶν φοβεῖται τὴν μέλλουσαν, οὐχὶ δικαίαν ἔχει τέκμαρσιν τὸ ἐκφοβῆσαι.
「伯罗奔尼撒人啊,如果你们中有人因为之前发生的那场海战而害怕即将到来的战斗,那么那场海战并没有提供让人感到恐惧的正当理由。
§2.87.2τῇ τε γὰρ παρασκευῇ ἐνδεὴς ἐγένετο, ὥσπερ ἴστε, καὶ οὐχὶ ἐς ναυμαχίαν μᾶλλον ἢ ἐπὶ στρατείαν ἐπλέομεν· ξυνέβη δὲ καὶ τὰ ἀπὸ τῆς τύχης οὐκ ὀλίγα ἐναντιωθῆναι, καί πού τι καὶ ἡ ἀπειρία πρῶτον ναυμαχοῦντας ἔσφηλεν.
因为正如你们所知,那次战斗在准备上是不充分的,我们航行主要是为了陆路远征,而不是为了海战;而且运气方面的许多不利因素也发生了,无疑,我们第一次进行海战的缺乏经验也在某种程度上使我们受挫。
§2.87.3ὥστε οὐ κατὰ τὴν ἡμετέραν κακίαν τὸ ἡσσᾶσθαι προσεγένετο, οὐδὲ δίκαιον τῆς γνώμης τὸ μὴ κατὰ κράτος νικηθέν, ἔχον δέ τινα ἐν αὑτῷ ἀντιλογίαν, τῆς γε ξυμφορᾶς τῷ ἀποβάντι ἀμβλύνεσθαι, νομίσαι δὲ ταῖς μὲν τύχαις ἐνδέχεσθαι σφάλλεσθαι τοὺς ἀνθρώπους,ταῖς δὲ γνώμαις τοὺς αὐτοὺς αἰεὶ ὀρθῶς ἀνδρείους εἶναι, καὶ μὴ ἀπειρίαν τοῦ ἀνδρείου παρόντος προβαλλομένους εἰκότως ἂν ἔν τινι κακοὺς γενέσθαι.
因此,失败并不是因为我们的胆怯而产生的;而一个并非被实力击败、其内部仍保有某种辩白余地的决心,也绝不应该因不幸的结果而受到挫折。 相反,应当认为在运气上人们可能会受挫,但在决心上同一些人应当始终保持正当的勇敢,而不应当在拥有勇气的情况下以缺乏经验为借口,认为自己在某些方面理所当然地会变得胆怯。
§2.87.4ὑμῶν δὲ οὐδ’ ἡ ἀπειρία τοσοῦτον λείπεται ὅσον τόλμῃ προύχετε· τῶνδε δὲ ἡ ἐπιστήμη, ἣν μάλιστα φοβεῖσθε, ἀνδρείαν μὲν ἔχουσα καὶ μνήμην ἕξει ἐν τῷ δεινῷ ἐπιτελεῖν ἃ ἔμαθεν, ἄνευ δὲ εὐψυχίας οὐδεμία τέχνη πρὸς τοὺς κινδύνους ἰσχύει.
你们在经验上的不足,并不像你们在勇气上的领先那样巨大;而你们最害怕的他们的知识,只有在拥有勇气的情况下,才能在危险中保持执行所学之事的冷静,但若没有勇气,任何技术面对危险时都毫无力量。
φόβος γὰρ μνήμην ἐκπλήσσει, τέχνη δὲ ἄνευ ἀλκῆς οὐδὲν ὠφελεῖ.
因为恐惧会驱散冷静,而没有勇气的技术毫无用处。
§2.87.5πρὸς μὲν οὖν τὸ ἐμπειρότερον αὐτῶν τὸ τολμηρότερον ἀντιτάξασθε, πρὸς δὲ τὸ διὰ τὴν ἧσσαν δεδιέναι τὸ ἀπαράσκευοι τότε τυχεῖν.
因此,用你们更大的胆量来对抗他们更丰富的经验,用当时毫无准备这一事实来对抗因战败而产生的恐惧。
§2.87.6περιγίγνεται δὲ ὑμῖν πλῆθός τε νεῶν καὶ πρὸς τῇ γῇ οἰκείᾳ οὔσῃ ὁπλιτῶν παρόντων ναυμαχεῖν· τὰ δὲ πολλὰ τῶν πλεόνων καὶ ἄμεινον παρεσκευασμένων τὸ κράτος ἐστίν.
此外,你们拥有数量众多的船只,并且可以在友好的本国土地附近、在重装步兵支援的情况下进行海战;而胜利在大多数情况下属于人数更多且准备更充分的一方。
§2.87.7ὥστε οὐδὲ καθ’ ἓν εὑρίσκομεν εἰκότως ἂν ἡμᾶς σφαλλομένους· καὶ ὅσα ἡμάρτομεν πρότερον, νῦν αὐτὰ ταῦτα προσγενόμενα διδασκαλίαν παρέξει.
因而我们找不到任何一个我们会理所当然受挫的理由;而且我们以前所犯下的一切错误,现在这些错误本身作为教训,将为我们提供指导。
§2.87.8θαρσοῦντες οὖν καὶ κυβερνῆται καὶ ναῦται τὸ καθ’ ἑαυτὸν ἕκαστος ἕπεσθε, χώραν μὴ προλείποντες ᾗ ἄν τις προσταχθῇ.
因此,舵手和船员们都要充满信心,各守其职,绝不要离开被分配到的岗位。
§2.87.9τῶν δὲ πρότερον ἡγεμόνων οὐ χεῖρον τὴν ἐπιχείρησιν ἡμεῖς παρασκευάσομεν, καὶ οὐκ ἐνδώσομεν πρόφασιν οὐδενὶ κακῷ γενέσθαι· ἢν δέ τις ἄρα καὶ βουληθῇ, κολασθήσεται τῇ πρεπούσῃ ζημίᾳ, οἱ δὲ ἀγαθοὶ τιμήσονται τοῖς προσήκουσιν ἄθλοις τῆς ἀρετῆς.
我们这些将领在准备这次进攻时不会比以前的指挥官差,也不会给任何人以表现胆怯的借口;但如果有人偏要如此,他将受到相应的惩罚,而勇敢者将获得与其德行相称的奖赏。
’
」