Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.80.1-2.80.8

斯巴达与盟军对阿卡纳尼亚的远征

第 226 段,共 917 段 · 希腊语

内容简介

安布拉基亚人和哈翁人说服斯巴达发动针对阿卡纳尼亚的远征,克奈摩斯率领希腊与蛮族联军逼近该地区最大的城市斯特拉托斯。

§2.80.1τοῦ δ’ αὐτοῦ θέρους, οὐ πολλῷ ὕστερον τούτων, Ἀμπρακιῶται καὶ Χάονες βουλόμενοι Ἀκαρνανίαν τὴν πᾶσαν καταστρέψασθαι καὶ Ἀθηναίων ἀποστῆσαι πείθουσι Λακεδαιμονίους ναυτικόν τε παρασκευάσασθαι ἐκ τῆς ξυμμαχίδος καὶ ὁπλίτας χιλίους πέμψαι ἐπ’ Ἀκαρνανίαν, λέγοντες ὅτι, ἢν ναυσὶ καὶ πεζῷ ἅμα μετὰ σφῶν ἔλθωσιν, ἀδυνάτων ὄντων ξυμβοηθεῖν τῶν ἀπὸ θαλάσσης Ἀκαρνάνων ῥᾳδίως Ἀκαρνανίαν σχόντες καὶ τῆς Ζακύνθου καὶ Κεφαλληνίας κρατήσουσι, καὶ ὁ περίπλους οὐκέτι ἔσοιτο Ἀθηναίοις ὁμοίως περὶ Πελοπόννησον· ἐλπίδα δ’ εἶναι καὶ Ναύπακτον λαβεῖν.
同年夏天,在此后不久,安布拉基亚人和哈翁人想要征服整个阿卡纳尼亚并使其背叛雅典,于是说服拉栖代梦人从盟国中筹备一支舰队,并向阿卡纳尼亚派遣一千名重装步兵。 他们声称,如果拉栖代梦人携舰队和陆军与他们一同前往,由于沿海的阿卡纳尼亚人无法前来增援,他们将轻易占领阿卡纳尼亚,并控制扎金索斯和凯法利尼亚,这样雅典人就不能像以前那样轻易地绕航伯罗奔尼撒半岛了;他们还说,也有希望夺取诺帕克图斯。
§2.80.2οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες Κνῆμον μὲν ναύαρχον ἔτι ὄντα καὶ τοὺς ὁπλίτας ἐπὶ ναυσὶν ὀλίγαις εὐθὺς πέμπουσι, τῷ δὲ ναυτικῷ περιήγγειλαν παρασκευασαμένῳ ὡς τάχιστα πλεῖν ἐς Λευκάδα.
拉栖代梦人被说服了,立即派仍任海军司令的克奈摩斯率领重装步兵,乘坐少数船只出发,并命令舰队在准备就绪后,以最快速度驶向莱夫卡斯。
§2.80.3ἦσαν δὲ Κορίνθιοι ξυμπροθυμούμενοι μάλιστα τοῖς Ἀμπρακιώταις ἀποίκοις οὖσιν.
科林斯人对此最为热心,因为安布拉基亚人是他们的殖民者。
καὶ τὸ μὲν ναυτικὸν ἔκ τε Κορίνθου καὶ Σικυῶνος καὶ τῶν ταύτῃ χωρίων ἐν παρασκευῇ ἦν, τὸ δ᾽ ἐκ Λευκάδος καὶ Ἀνακτορίου καὶ Ἀμπρακίας πρότερον ἀφικόμενον ἐν Λευκάδι περιέμενεν.
来自科林斯、锡基翁和该地区其他地方的舰队正在筹备之中,而来自莱夫卡斯、阿纳克托里翁和安布拉基亚的舰队已先期抵达,在莱夫卡斯等候。
§2.80.4Κνῆμος δὲ καὶ οἱ μετ’ αὐτοῦ χίλιοι ὁπλῖται ἐπειδὴ ἐπεραιώθησαν λαθόντες Φορμίωνα, ὃς ἦρχε τῶν εἴκοσι νεῶν τῶν Ἀττικῶν αἳ περὶ Ναύπακτον ἐφρούρουν, εὐθὺς παρεσκευάζοντο τὴν κατὰ γῆν στρατείαν.
克奈摩斯和随行的一千名重装步兵在未被福尔米奥察觉的情况下完成了渡海(福尔米奥当时指挥着守卫在诺帕克图斯附近的二十艘雅典船只),随即开始准备陆路远征。
§2.80.5καὶ αὐτῷ παρῆσαν Ἑλλήνων μὲν Ἀμπρακιῶται καὶ Λευκάδιοι καὶ Ἀνακτόριοι καὶ οὓς αὐτὸς ἔχων ἦλθε χίλιοι Πελοποννησίων, βάρβαροι δὲ Χάονες χίλιοι ἀβασίλευτοι, ὧν ἡγοῦντο ἐπετησίῳ προστατείᾳ ἐκ τοῦ ἀρχικοῦ γένους Φώτιος καὶ Νικάνωρ.
随同他的希腊人有安布拉基亚人、莱夫卡斯人、阿纳克托里翁人,以及他亲自带领的一千名伯罗奔尼撒人;蛮族则有一千名没有君主的哈翁人,由出身统治家族、担任年度领袖的福提奥斯和尼卡诺尔率领。
ξυνεστρατεύοντο δὲ μετὰ Χαόνων καὶ Θεσπρωτοὶ ἀβασίλευτοι.
与哈翁人一同出征的还有同样没有君主的塞斯普罗蒂人。
§2.80.6Μολοσσοὺς δὲ ἦγε καὶ Ἀτιντᾶνας Σαβύλινθος ἐπίτροπος ὢν Θάρυπος τοῦ βασιλέως ἔτι παιδὸς ὄντος, καὶ Παραυαίους Ὄροιδος βασιλεύων.
莫洛西亚人和阿廷塔内斯人由萨比林索斯率领,他是尚在幼年的国王塔里普斯的摄政;帕劳艾人由他们的国王奥罗伊多斯率领。
Ὀρέσται δὲ χίλιοι, ὧν ἐβασίλευεν Ἀντίοχος, μετὰ Παραυαίων ξυνεστρατεύοντο Ὀροίδῳ Ἀντιόχου ἐπιτρέψαντος.
还有一千名由安提奥科斯统治的奥雷斯特斯人,在安提奥科斯将他们委托给奥罗伊多斯之后,与帕劳艾人一起随同奥罗伊多斯出征。
§2.80.7ἔπεμψε δὲ καὶ Περδίκκας κρύφα τῶν Ἀθηναίων χιλίους Μακεδόνων, οἳ ὕστερον ἦλθον.
佩尔迪卡斯也背着雅典人秘密派遣了一千名马其顿人,他们后来才赶到。
§2.80.8τούτῳ τῷ στρατῷ ἐπορεύετο Κνῆμος οὐ περιμείνας τὸ ἀπὸ Κορίνθου ναυτικόν, καὶ διὰ τῆς Ἀργείας ἰόντες Λιμναίαν, κώμην ἀτείχιστον, ἐπόρθησαν.
克奈摩斯率领这支军队出发,没有等待来自科林斯的舰队。 他们穿过阿哥斯地区,掠夺了没有防御城墙的村庄林奈亚。
ἀφικνοῦνταί τε ἐπὶ Στράτον, πόλιν μεγίστην τῆς Ἀκαρνανίας, νομίζοντες, εἰ ταύτην πρώτην λάβοιεν, ῥᾳδίως σφίσι τἆλλα προσχωρήσειν.
然后,他们抵达了阿卡纳尼亚最大的城市斯特拉托斯,因为他们认为如果首先夺取该城,其他地方将很容易向他们投降。

词汇与语法注释

  1. 2.80.1ἀδυνάτων ὄντων ξυμβοηθεῖν τῶν ἀπὸ θαλάσσης Ἀκαρνάνων — 属格独立结构。名词短语 τῶν ἀπὸ θαλάσσης Ἀκαρνάνων(沿海的阿卡纳尼亚人)是分词 ἀδυνάτων ὄντων(无法)的逻辑主语。不定式 ξυμβοηθεῖν(共同救援)修饰 ἀδυνάτων,解释了由于伯罗奔尼撒舰队在海上的威胁,沿海居民无法前往内陆支援的原因。
  2. 2.80.6Ὀροίδῳ Ἀντιόχου ἐπιτρέψαντος — Ἀν提奥科斯(Ἀντιόχου)将(ἐπιτρέψαντος)作为属格独立结构。与格 Ὀροίδῳ(给奥罗伊多斯)是分词 ἐπιτρέψαντος(委托、允许)的间接宾语,表示奥雷斯特斯人的国王安提奥科斯将自己的军队委托给帕劳艾人的国王奥罗伊多斯指挥,同时此与格也与主句动词 ξυνεστρατεύοντο(共同出征)相连。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.80.1-2.80.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.80.1-2.80.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。