Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.8.1-2.8.5

希腊人的开战热忱与预兆以及倾向斯巴达的民心

第 154 段,共 917 段 · 希腊语

内容简介

本段描写了双方年轻人对战争的高涨热情、诸如提洛岛地震等预兆的出现,以及整个希腊对宣称要解放希腊的拉达代蒙人所抱有的极大同情与支持。

§2.8.1ὀλίγον τε ἐπενόουν οὐδὲν ἀμφότεροι, ἀλλ’ ἔρρωντο ἐς τὸν πόλεμον οὐκ ἀπεικότως· ἀρχόμενοι γὰρ πάντες ὀξύτερον ἀντιλαμβάνονται, τότε δὲ καὶ νεότης πολλὴ μὲν οὖσα ἐν τῇ Πελοποννήσῳ, πολλὴ δ’ ἐν ταῖς Ἀθήναις οὐκ ἀκουσίως ὑπὸ ἀπειρίας ἥπτετο τοῦ πολέμου, ἥ τε ἄλλη Ἑλλὰς ἅπασα μετέωρος ἦν ξυνιουσῶν τῶν πρώτων πόλεων.
双方绝非谋划小事,而是对战争都抱有极大的热忱,这并非没有道理;因为在开始时,所有人都会更加热切地投入,且当时伯罗奔尼撒有许多年轻人,雅典也有许多年轻人,他们由于缺乏经验,并非不情愿地参与到战争中来。 此外,随着最主要的城市即将发生冲突,整个其余的希腊都处于亢奋动荡之中。
§2.8.2καὶ πολλὰ μὲν λόγια ἐλέγετο, πολλὰ δὲ χρησμολόγοι ᾖδον ἔν τε τοῖς μέλλουσι πολεμήσειν καὶ ἐν ταῖς ἄλλαις πόλεσιν.
许多预言流传开来,在交战各方以及其他城市中,神谕占卜者唱诵着许多神谕。
§2.8.3ἔτι δὲ Δῆλος ἐκινήθη ὀλίγον πρὸ τούτων, πρότερον οὔπω σεισθεῖσα ἀφ’ οὗ Ἕλληνες μέμνηνται· ἐλέγετο δὲ καὶ ἐδόκει ἐπὶ τοῖς μέλλουσι γενήσεσθαι σημῆναι.
此外,就在这之前不久,提洛岛发生了震动,而在希腊人的记忆中,该岛以前从未发生过地震;这被传言并被认为预示着即将发生的事件。
εἴ τέ τι ἄλλο τοιουτότροπον ξυνέβη γενέσθαι, πάντα ἀνεζητεῖτο.
任何其他此类事情一旦发生,都会被彻底搜集探究。
§2.8.4ἡ δὲ εὔνοια παρὰ πολὺ ἐποίει τῶν ἀνθρώπων μᾶλλον ἐς τοὺς Λακεδαιμονίους, ἄλλως τε καὶ προειπόντων ὅτι τὴν Ἑλλάδα ἐλευθεροῦσιν.
人们的同情心大大倾向于拉达代蒙人,尤其是因为他们公开宣称要解放希腊。
ἔρρωτό τε πᾶς καὶ ἰδιώτης καὶ πόλις εἴ τι δύναιτο καὶ λόγῳ καὶ ἔργῳ ξυνεπιλαμβάνειν αὐτοῖς· ἐν τούτῳ τε κεκωλῦσθαι ἐδόκει ἑκάστῳ τὰ πράγματα ᾧ μή τις αὐτὸς παρέσται.
无论个人还是城市,都极力想在言论和行动上尽其所能给予他们协助;每个人都认为,只要自己不亲自参与,事情在那个环节就会受到阻碍。
§2.8.5οὕτως 〈ἐν〉 ὀργῇ εἶχον οἱ πλείους τοὺς Ἀθηναίους, οἱ μὲν τῆς ἀρχῆς ἀπολυθῆναι βουλόμενοι, οἱ δὲ μὴ ἀρχθῶσι φοβούμενοι.
大半的人对雅典人怀有如此强烈的愤怒,有的人渴望从其统治中解放出来,有的人则害怕自己被置于其统治之下。

词汇与语法注释

  1. §2.8.1ὀλίγον τε ἐπενόουν οὐδὲν — 使用双重否定(ὀλίγον 和 οὐδὲν)来表达强烈的肯定(缓叙法)。意思是“绝非谋划小事”(即他们正筹划宏图大业)。
  2. §2.8.1μετέωρος ἦν — 形容词 μετέωρος(悬在空中、悬挂)的比喻用法。描述在战争爆发前夕,整个希腊都处于“悬而未决”、“亢奋紧张”或“动荡不安”的状态。
  3. §2.8.4ἐποίει — 动词 ποιέω 在此处作不及物动词使用(或省略了像 ῥέπω“倾斜”这样的表示倾向的动词),意为“倾向”或“倒向”。整句意思是“人们的同情心大大倾向于拉达代蒙人一侧”。
  4. §2.8.4ἐν τούτῳ τε κεκωλῦσθαι ἐδόκει ἑκάστῳ τὰ πράγματα ᾧ μή τις αὐτὸς παρέσται — 关系从句 ᾧ μή τις αὐτὸς παρέσται 可解释为包含先行词的表达(相当于 ἐν τούτῳ [ἐν] ᾧ),或表示“在自己未能亲自参与的那件事中”。不定式 κεκωλῦσθαι 隶属于 ἐδόκει。它描绘了这样一种心理:每个人都觉得,只要自己不亲自参与,大局在那个环节就会受到阻碍。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.8.1-2.8.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.8.1-2.8.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。