Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.9.1-2.9.6

斯巴达与雅典双方的同盟国与兵力

第 155 段,共 917 段 · 希腊语

内容简介

列出伯罗奔尼撒战争爆发时,拉达代蒙(斯巴达)与雅典双方的同盟国,以及各同盟国所提供具体军力(海军、骑兵、步兵或资金)的细目。

§2.9.1παρασκευῇ μὲν οὖν καὶ γνώμῃ τοιαύτῃ ὥρμηντο, πόλεις δὲ ἑκάτεροι τάσδε ἔχοντες ξυμμάχους ἐς τὸν πόλεμον καθίσταντο.
如此,他们怀着这般的准备与决心出发;而双方则各自以下列城市为同盟,投入到战争之中。
§2.9.2Λακεδαιμονίων μὲν οἵδε ξύμμαχοι· Πελοποννήσιοι μὲν οἱ ἐντὸς Ἰσθμοῦ πάντες πλὴν Ἀργείων καὶ Ἀχαιῶν (τούτοις δὲ ἐς ἀμφοτέρους φιλία ἦν· Πελληνῆς δὲ Ἀχαιῶν μόνοι ξυνεπολέμουν τὸ πρῶτον, ἔπειτα δὲ ὕστερον καὶ ἅπαντες), ἔξω δὲ Πελοποννήσου Μεγαρῆς, Βοιωτοί, Λοκροί, Φωκῆς, Ἀμπρακιῶται, Λευκάδιοι, Ἀνακτόριοι.
拉达代蒙人的同盟如下:地峡以内的所有伯罗奔尼撒人,除阿哥斯人和阿凯亚人之外(这两者与双方均保持友好;不过在阿凯亚人中,起初只有佩莱内人共同参战,但后来全体都参与了);而在伯罗奔尼撒之外,有麦加拉人、波奥蒂亚人、洛克里斯人、福基斯人、安布拉基亚人、雷卡斯人、阿纳克托里翁人。
§2.9.3τούτων ναυτικὸν παρείχοντο Κορίνθιοι, Μεγαρῆς, Σικυώνιοι, Πελληνῆς, Ἠλεῖοι, Ἀμπρακιῶται, Λευκάδιοι, ἱππέας δὲ Βοιωτοί, Φωκῆς, Λοκροί· αἱ δ’ ἄλλαι πόλεις πεζὸν παρεῖχον.
在这些人中,科林斯人、麦加拉人、锡库翁人、佩莱内人、伊利斯人、安布拉基亚人和雷卡斯人提供海军,波奥蒂亚人、福基斯人和洛克里斯人提供骑兵;而其他城市则提供步兵。
αὕτη μὲν Λακεδαιμονίων ξυμμαχία·
这就是拉达代蒙人的同盟。
§2.9.4Ἀθηναίων δὲ Χῖοι, Λέσβιοι, Πλαταιῆς, Μεσσήνιοι οἱ ἐν Ναυπάκτῳ, Ἀκαρνάνων οἱ πλείους, Κερκυραῖοι, Ζακύνθιοι, καὶ ἄλλαι πόλεις αἱ ὑποτελεῖς οὖσαι ἐν ἔθνεσι τοσοῖσδε, Καρία ἡ ἐπὶ θαλάσσῃ, Δωριῆς Καρσὶ πρόσοικοι, Ἰωνία, Ἑλλήσποντος, τὰ ἐπὶ Θρᾴκης, νῆσοι ὅσαι ἐντὸς Πελοποννήσου καὶ Κρήτης πρὸς ἥλιον ἀνίσχοντα, πᾶσαι αἱ Κυκλάδες πλὴν Μήλου καὶ Θήρας.
而在雅典人一侧,则有希俄斯人、莱斯博斯人、普拉提亚人、诺帕克托斯的美塞尼亚人、大部分阿卡纳尼亚人、克基拉人、扎金索斯人,以及在下列各地区中负有纳贡义务的其他城市:海沿岸的卡里亚、与卡里亚人相邻的多利安人、伊奥尼亚、赫勒斯滂、色雷斯沿岸地区,以及处于伯罗奔尼撒与克里特岛之间偏东方的岛屿,即除米洛斯和锡拉之外的所有基克拉泽斯群岛。
§2.9.5τούτων ναυτικὸν παρείχοντο Χῖοι, Λέσβιοι, Κερκυραῖοι, οἱ δ’ ἄλλοι πεζὸν καὶ χρήματα.
在这些人中,希俄斯人、莱斯博斯人和克基拉人提供海军,而其他人则提供步兵和资金。
§2.9.6ξυμμαχία μὲν αὕτη ἑκατέρων καὶ παρασκευὴ ἐς τὸν πόλεμον ἦν.
这就是双方的同盟关系以及他们为战争所作的准备。

词汇与语法注释

  1. §2.9.2τούτοις δὲ ἐς ἀμφοτέρους φιλία ἦν — τούτοις 是指代前文阿哥斯人和阿凯亚人的领有与格,ἐς ἀμφοτέρους 表示他们与交战双方(雅典和斯巴达)均保持友好(中立)关系。
  2. §2.9.4νῆσοι ὅσαι ἐντὸς Πελοποννήσου καὶ Κρήτης πρὸς ἥλιον ἀνίσχοντα — ἐντὸς(在……之内)在地理上指被伯罗奔尼撒和克里特岛所包围的海域(南爱琴海),πρὸς ἥλιον ἀνίσχοντα(朝向升起的太阳,即东方)指该海域偏东侧的岛屿,这由紧接其后的“除米洛斯和锡拉之外的所有基克拉泽斯群岛”作同位语具体说明。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.9.1-2.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.9.1-2.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。