§2.7.1γεγενημένου δὲ τοῦ ἐν Πλαταιαῖς ἔργου καὶ λελυμένων λαμπρῶς τῶν σπονδῶν οἱ Ἀθηναῖοι παρεσκευάζοντο ὡς πολεμήσοντες, παρεσκευάζοντο δὲ καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι, πρεσβείας τε μέλλοντες πέμπειν παρὰ βασιλέα καὶ ἄλλοσε πρὸς τοὺς βαρβάρους, εἴ ποθέν τινα ὠφελίαν ἤλπιζον ἑκάτεροι προσλήψεσθαι, πόλεις τε ξυμμαχίδας ποιούμενοι ὅσαι ἦσαν ἐκτὸς τῆς ἑαυτῶν δυνάμεως.
随着普拉提亚事件的发生,和平条约已被公然违背,雅典人开始准备进行战争,拉达代蒙人及其盟友也同样开始准备;双方都计划向国王以及其他蛮族地区派遣使节,希望从任何可能的地方获得援助,并试图争取那些处于自己势力范围之外的城市作为盟友。
§2.7.2καὶ Λακεδαιμονίοις μὲν πρὸς ταῖς αὐτοῦ ὑπαρχούσαις ἐξ Ἰταλίας καὶ Σικελίας τοῖς τἀκείνων ἑλομένοις ναῦς ἐπετάχθη ποιεῖσθαι κατὰ μέγεθος τῶν πόλεων, ὡς ἐς τὸν πάντα ἀριθμὸν πεντακοσίων νεῶν ἐσομένων, καὶ ἀργύριον ῥητὸν ἑτοιμάζειν, τά τε ἄλλα ἡσυχάζοντας καὶ Ἀθηναίους δεχομένους μιᾷ νηὶ ἕως ἂν ταῦτα παρασκευασθῇ.
对于拉达代蒙人,除了本地现有的船只外,意大利和西西里选择支持他们的一方还被要求根据各自城市的规模建造船只,以使总数达到五百艘,并准备好一定数额的资金,同时在其他方面保持平静,并且在这些准备工作完成之前,只允许雅典人以单艘船只进入。
§2.7.3Ἀθηναῖοι δὲ τήν τε ὑπάρχουσαν ξυμμαχίαν ἐξήταζον καὶ ἐς τὰ περὶ Πελοπόννησον μᾶλλον χωρία ἐπρεσβεύοντο, Κέρκυραν καὶ Κεφαλληνίαν καὶ Ἀκαρνᾶνας καὶ Ζάκυνθον, ὁρῶντες, εἰ σφίσι φίλια ταῦτ’ εἴη βεβαίως, πέριξ τὴν Πελοπόννησον καταπολεμήσοντες.
另一方面,雅典人审查了现有的同盟关系,并主要向伯罗奔尼撒周边的地区派遣了使节,即科尔库拉、凯法莱尼亚、阿卡纳尼亚和扎金索斯,因为他们看到,如果这些地方能与他们保持牢固的友好关系,他们就能通过包围伯罗奔尼撒来进行战争。