Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.75.1-2.75.6

伯罗奔尼撒军修筑土堤与普拉提亚的应对

第 221 段,共 917 段 · 希腊语

内容简介

阿基达马斯向神明祈祷后,开始包围普拉提亚。伯罗奔尼撒军队着手筑起攻城土堤,而普拉提亚人则加高城墙,并采取将土堤的泥土引入城内的策略进行对抗。

§2.75.1τοσαῦτα ἐπιθειάσας καθίστη ἐς πόλεμον τὸν στρατόν, καὶ πρῶτον μὲν περιεσταύρωσαν αὐτοὺς τοῖς δένδρεσιν ἃ ἔκοψαν, τοῦ μηδένα ἐπεξιέναι, ἔπειτα χῶμα ἔχουν πρὸς τὴν πόλιν, ἐλπίζοντες ταχίστην αἵρεσιν ἔσεσθαι αὐτῶν στρατεύματος τοσούτου ἐργαζομένου.
如此向神明祈祷之后,阿基达马斯便让军队进入战斗状态。 首先,为了防止任何人出城,他们用砍伐的树木在他们周围筑起栅栏;接着,他们开始向着城市筑起土堤,希望能凭着如此庞大的军队在劳作而极快地攻陷该城。
§2.75.2ξύλα μὲν οὖν τέμνοντες ἐκ τοῦ Κιθαιρῶνος παρῳκοδόμουν ἑκατέρωθεν, φορμηδὸν ἀντὶ τοίχων τιθέντες, ὅπως μὴ διαχέοιτο ἐπὶ πολὺ τὸ χῶμα· ἐφόρουν δὲ ὕλην ἐς αὐτὸ καὶ λίθους καὶ γῆν καὶ εἴ τι ἄλλο ἁνύτειν μέλλοι ἐπιβαλλόμενον.
于是,他们从基泰戎山砍伐木材,在两旁并排搭建,像墙一样交错叠放,以防土堤向外散落开来;他们还将灌木、石头、泥土以及任何扔进去可能起作用的其他东西都运入其中。
§2.75.3ἡμέρας δὲ ἔχουν † ἑβδομήκοντα † καὶ νύκτας ξυνεχῶς, διῃρημένοι κατ’ ἀναπαύλας, ὥστε τοὺς μὲν φέρειν, τοὺς δὲ ὕπνον τε καὶ σῖτον αἱρεῖσθαι· Λακεδαιμονίων τε οἱ ξεναγοὶ ἑκάστης πόλεως ξυνεφεστῶτες ἠνάγκαζον ἐς τὸ ἔργον.
他们连续† 七十 †个昼夜不停地筑堤,分成不同的轮班休息,以便一部分人运送,另一部分人得以睡眠和进食;各城邦的拉刻代蒙人指挥官监督着他们,强迫他们干活。
§2.75.4οἱ δὲ Πλαταιῆς ὁρῶντες τὸ χῶμα αἰρόμενον, ξύλινον τεῖχος ξυνθέντες καὶ ἐπιστήσαντες τῷ ἑαυτῶν τείχει ᾗ προσεχοῦτο, ἐσῳκοδόμουν ἐς αὐτὸ πλίνθους ἐκ τῶν ἐγγὺς οἰκιῶν καθαιροῦντες.
普拉提亚人见土堤不断加高,便用木头装配起一道木墙,架在土堤贴近处的本方城墙上方,并在里面砌上从附近拆毁的房屋中取出的砖块。
§2.75.5ξύνδεσμος δ’ ἦν αὐτοῖς τὰ ξύλα, τοῦ μὴ ὑψηλὸν γιγνόμενον ἀσθενὲς εἶναι τὸ οἰκοδόμημα, καὶ προκαλύμματα εἶχε δέρσεις καὶ διφθέρας, ὥστε τοὺς ἐργαζομένους καὶ τὰ ξύλα μήτε πυρφόροις οἰστοῖς βάλλεσθαι ἐν ἀσφαλείᾳ τε εἶναι.
那些木材起到了连接固定的作用,以防建筑随高度增加而变得脆弱;此外,它还装有皮张和皮革的遮蔽物,好让工人和木材不至于被火箭射中,并能处于安全之中。
§2.75.6ᾔρετο δὲ τὸ ὕψος τοῦ τείχους μέγα, καὶ τὸ χῶμα οὐ σχολαίτερον ἀντανῄει αὐτῷ. καὶ οἱ Πλαταιῆς τοιόνδε τι ἐπινοοῦσιν·
城墙的高度升得很高,但土堤也以同样不慢的速度同步升起。
διελόντες τοῦ τείχους ᾗ προσέπιπτε τὸ χῶμα ἐσεφόρουν τὴν γῆν.
于是,普拉提亚人想出了一个办法:他们拆开土堤顶着的那部分城墙,把泥土运进城内。

词汇与语法注释

  1. §2.75.1τοῦ μηδένα ἐπεξιέναι — “为了防止任何人出城”。由 τοῦ 加不定式(否定词为 μή)构成的表示目的或意图的结构。在此处用以表示 περιεσταύρωσαν(筑起栅栏)的目的。
  2. §2.75.2εἴ τι ἄλλο ἁνύτειν μέλλοι ἐπιβαλλόμενον — “其他任何扔进去可能起作用的东西”。动词 ἁνύτειν 作不及物动词使用,意为“取得成效、起作用、有用”。分词 ἐπιβαλλόμενον 具有条件或时间的修饰作用(“一旦/当被扔进去时”)。
  3. §2.75.5τοῦ μὴ ὑψηλὸν γιγνόμενον ἀσθενὲς εἶναι τὸ οἰκοδόμημα — “以防建筑随高度增加而变得脆弱”。与第1节的 τοῦ μηδένα ἐπεξιέναι 类似,这是由 τοῦ 加不定式(否定词为 μή)构成的表示目的或结果的结构。τὸ οἰκοδόμημα(建筑物)是不定式 εἶναι 的主语,ἀσθενὲς 是其表语,ὑψηλὸν γιγνόμενον 是作状语的分词,意为“随着它变高”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.75.1-2.75.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.75.1-2.75.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。