§2.74.1τοιαῦτα τῶν πρέσβεων ἀπαγγειλάντων οἱ Πλαταιῆς ἐβουλεύσαντο Ἀθηναίους μὴ προδιδόναι, ἀλλ’ ἀνέχεσθαι καὶ γῆν τεμνομένην, εἰ δεῖ, ὁρῶντας καὶ ἄλλο πάσχοντας ὅτι ἂν ξυμβαίνῃ· ἐξελθεῖν τε μηδένα ἔτι, ἀλλ’ ἀπὸ τοῦ τείχους ἀποκρίνασθαι ὅτι ἀδύνατα σφίσι ποιεῖν ἐστὶν ἃ Λακεδαιμόνιοι προκαλοῦνται.
使者们作了上述报告后,普拉提亚人决定不背叛雅典人,而是宁可忍受亲眼看见土地被蹂躏(如果必要的话),并承受可能发生的一切其他苦难;他们还决定不再让任何人出城,而是从城墙上回答说,他们不可能履行拉刻代蒙人所提出的要求。
§2.74.2ὡς δὲ ἀπεκρίναντο, ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων Ἀρχίδαμος ὁ βασιλεὺς κατέστη, λέγων ὧδε· ‘θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα ἔχετε καὶ ἥρωες, ξυνίστορές ἐστε ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως, ἐκλιπόντων δὲ τῶνδε προτέρων τὸ ξυνώμοτον, ἐπὶ γῆν τήνδε ἤλθομεν, ἐν ᾗ οἱ πατέρες ἡμῶν εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς Ἕλλησιν, οὔτε νῦν, ἤν τι ποιῶμεν, ἀδικήσομεν·
在他们做出如此回答之后,国王阿基达马斯首先开始呼吁当地的神明和英雄作证,说道:“领有普拉提亚土地的诸神与英雄们啊,你们见证:我们最初绝非不义地入侵这片土地,而是因为这些人首先背弃了共同的誓言,我们的父辈曾在此向你们祈祷并击败了波斯人,你们也曾提供这片土地作为有利于希腊人战斗的祥和之地;我们现在无论做什么,也同样没有行不义之事,因为我们提出了许多合理的提议,却未被接受。
προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν. ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις, τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως.
因此,求你们首肯,让首先挑起不义的人因其不义而受到惩罚,并让依法进行报复的人得以实现其报复。
’
”