§2.76.1οἱ δὲ Πελοποννήσιοι αἰσθόμενοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνίλλοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον, ὅπως μὴ διαχεόμενον ὥσπερ ἡ γῆ φοροῖτο.
伯罗奔尼撒人察觉到这一点,便把粘土塞进芦苇编的筐里,投进被拆毁的缺口中,以防粘土像泥土一样散落而被运走。
§2.76.2οἱ δὲ ταύτῃ ἀποκλῃόμενοι τοῦτο μὲν ἐπέσχον, ὑπόνομον δὲ ἐκ τῆς πόλεως ὀρύξαντες καὶ ξυντεκμηράμενοι ὑπὸ τὸ χῶμα ὑφεῖλκον αὖθις παρὰ σφᾶς τὸν χοῦν·
普拉提亚人在这条路上受阻,一方面停止了这项工作,但另一方面,他们从城里挖了一条地道,并估算方向挖到土堤下方,再次把泥土往回拉到自己身边。
καὶ ἐλάνθανον ἐπὶ πολὺ τοὺς ἔξω, ὥστε ἐπιβάλλοντας ἧσσον ἁνύτειν ὑπαγομένου αὐτοῖς κάτωθεν τοῦ χώματος καὶ ἱζάνοντος αἰεὶ ἐπὶ τὸ κενούμενον.
他们长期未被外面的人发现,因此外面的人虽然不断投入泥土,却收效甚微,因为土堤从下方被暗中抽走,并不断下沉到被挖空的空间中。
§2.76.3δεδιότες δὲ μὴ οὐδ’ οὕτω δύνωνται ὀλίγοι πρὸς πολλοὺς ἀντέχειν, προσεπεξηῦρον τόδε· τὸ μὲν μέγα οἰκοδόμημα ἐπαύσαντο ἐργαζόμενοι τὸ κατὰ τὸ χῶμα, ἔνθεν δὲ καὶ ἔνθεν αὐτοῦ ἀρξάμενοι ἀπὸ τοῦ βραχέος τείχους ἐκ τοῦ ἐντὸς μηνοειδὲς ἐς τὴν πόλιν ἐσῳκοδόμουν, ὅπως, εἰ τὸ μέγα τεῖχος ἁλίσκοιτο, τοῦτ’ ἀντέχοι, καὶ δέοι τοὺς ἐναντίους αὖθις πρὸς αὐτὸ χοῦν καὶ προχωροῦντας ἔσω διπλάσιόν τε πόνον ἔχειν καὶ ἐν ἀμφιβόλῳ μᾶλλον γίγνεσθαι.
然而,他们担心即使这样,以少数对抗多数仍可能无法坚守,他们又想出了以下进一步的办法:他们停止了在土堤对面建造高大建筑的工作,而从它的两侧,以原有的低矮城墙为起点,从内侧向城内筑起了一道新月形的城墙。 这是为了万一大城墙失守,这道墙能坚守住,并且敌军必须对它重新筑堤,随着他们向内推进,不仅要付出双倍的劳力,还会更加处于两面受敌的境地。
§2.76.4ἅμα δὲ τῇ χώσει καὶ μηχανὰς προσῆγον οἱ Πελοποννήσιοι τῇ πόλει, μίαν μὲν ἣ τοῦ μεγάλου οἰκοδομήματος κατὰ τὸ χῶμα προσαχθεῖσα ἐπὶ μέγα τε κατέσεισε καὶ τοὺς Πλαταιᾶς ἐφόβησεν, ἄλλας δὲ ἄλλῃ τοῦ τείχους, ἃς βρόχους τε περιβάλλοντες ἀνέκλων οἱ Πλαταιῆς, καὶ δοκοὺς μεγάλας ἀρτήσαντες ἁλύσεσι μακραῖς σιδηραῖς ἀπὸ τῆς τομῆς ἑκατέρωθεν ἀπὸ κεραιῶν δύο ἐπικεκλιμένων καὶ ὑπερτεινουσῶν ὑπὲρ τοῦ τείχους ἀνελκύσαντες ἐγκαρσίας, ὁπότε προσπεσεῖσθαί πῃ μέλλοι ἡ μηχανή, ἀφίεσαν τὴν δοκὸν χαλαραῖς ταῖς ἁλύσεσι καὶ οὐ διὰ χειρὸς ἔχοντες, ἡ δὲ ῥύμῃ ἐμπίπτουσα ἀπεκαύλιζε τὸ προῦχον τῆς ἐμβολῆς.
在筑堤的同时,伯罗奔尼撒人也把攻城器械推向城市。 其中一台从土堤上推向高大的建筑物,猛烈地震动了它,使普拉提亚人大为惊恐;还有一些器械被推向城墙的其他地方,普拉提亚人用套索套住这些器械并将其拉折,他们还用长铁链系住大木梁的两端,从城墙上伸出并倾斜的两根悬臂上,横向吊起木梁,每当攻城器械要撞击某处时,他们就放松铁链,放开手投下木梁,木梁带着冲力撞击下去,便折断了撞角伸出的头部。