§2.65.1τοιαῦτα ὁ Περικλῆς λέγων ἐπειρᾶτο τοὺς Ἀθηναίους τῆς τε ἐς αὑτὸν ὀργῆς παραλύειν καὶ ἀπὸ τῶν παρόντων δεινῶν ἀπάγειν τὴν γνώμην.
伯里克利通过说这些话,试图减轻雅典人对他的愤怒,并引导他们的注意力离开眼前的灾难。
§2.65.2οἱ δὲ δημοσίᾳ μὲν τοῖς λόγοις ἀνεπείθοντο καὶ οὔτε πρὸς τοὺς Λακεδαιμονίους ἔτι ἔπεμπον ἔς τε τὸν πόλεμον μᾶλλον ὥρμηντο, ἰδίᾳ δὲ τοῖς παθήμασιν ἐλυποῦντο, ὁ μὲν δῆμος ὅτι ἀπ’ ἐλασσόνων ὁρμώμενος ἐστέρητο καὶ τούτων, οἱ δὲ δυνατοὶ καλὰ κτήματα κατὰ τὴν χώραν οἰκοδομίαις τε καὶ πολυτελέσι κατασκευαῖς ἀπολωλεκότες, τὸ δὲ μέγιστον, πόλεμον ἀντ’ εἰρήνης ἔχοντες.
在公职上,他们被他的话所说服,不再向拉刻代蒙人派遣使者,并且更积极地投入到战争中;但在私下里,他们因自己的遭受而感到痛苦——平民是因为他们本就出身贫寒,如今连这微薄的财产也被剥夺了;而富有者是因为他们失去了乡间精美的地产,包括那些建筑和昂贵的设备;而最重要的一点是,他们拥有了战争而不是和平。
§2.65.3οὐ μέντοι πρότερόν γε οἱ ξύμπαντες ἐπαύσαντο ἐν ὀργῇ ἔχοντες αὐτὸν πρὶν ἐζημίωσαν χρήμασιν.
然而,全体人民直到对他处以罚款之后,才平息了对他的愤怒。
§2.65.4ὕστερον δ’ αὖθις οὐ πολλῷ, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, στρατηγὸν εἵλοντο καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν, ὧν μὲν περὶ τὰ οἰκεῖα ἕκαστος ἤλγει ἀμβλύτεροι ἤδη ὄντες, ὧν δὲ ἡ ξύμπασα πόλις προσεδεῖτο πλείστου ἄξιον νομίζοντες εἶναι.
但此后不久,正如群众通常所做的那样,他们再次选举他为将军,并将一切事务托付给他,因为此时每个人对私事所感到的痛苦已变得迟钝,而认为他是国家整体所需要的人中最有价值的一位。
§2.65.5ὅσον τε γὰρ χρόνον προύστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ, μετρίως ἐξηγεῖτο καὶ ἀσφαλῶς διεφύλαξεν αὐτήν, καὶ ἐγένετο ἐπ’ ἐκείνου μεγίστη, ἐπειδή τε ὁ πόλεμος κατέστη, ὁ δὲ φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν.
因为只要他在和平时期领导城邦,他便温和地指引,并安全地保护了它,在他在位期间,城邦达到了最伟大的状态;而且当战争爆发时,显然他在这一点上也预见到了城邦的力量。
§2.65.6ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώσθη ἡ πρόνοια αὐτοῦ ἡ ἐς τὸν πόλεμον.
他在战争爆发后又活了两年零六个月;在他去世后,他对于战争的远见得到了更充分的认识。
§2.65.7ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι·
因为他曾说,如果他们保持安静、保养海军、在战争中不扩大帝国、也不使城邦面临危险,他们就会获得胜利。
οἱ δὲ ταῦτά τε πάντα ἐς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντα εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς ξυμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφελία μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει ἐς τὸν πόλεμον βλάβη καθίστατο.
然而,他的后继者们在所有这些事情上都背道而驰,并在其他看似与战争无关的事情上,按照个人的野心和私利,以对自己和盟友都有害的方式治理国家;这些事情如果成功,只会给个人带来名誉和利益,但如果失败,则会成为城邦在战争中的巨大损失。
§2.65.8αἴτιον δ’ ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως, καὶ οὐκ ἤγετο μᾶλλον ὑπ᾽ αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονήν τι λέγειν, ἀλλ’ ἔχων ἐπ’ ἀξιώσει καὶ πρὸς ὀργήν τι ἀντειπεῖν.
其中的原因在于,他凭借自己的声望和判断力而强大,且在金钱方面显而易见是最为廉洁的,因此能以尊重自由的方式克制群众,是他领导群众,而不是被群众所领导;因为他并不是通过不正当的手段获取权力的,因此无需为了讨好他们而迎合他们,而是凭借自己的声望,甚至能够针对他们的愤怒提出相反的意见。
§2.65.9ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν.
实际上,每当他察觉到他们不合时宜地因傲慢而自信过度时,他就会用言语震慑他们,使其感到恐惧;而当他们无理地感到害怕时,他又会让他们重新恢复信心。
ἐγίγνετό τε λόγῳ μὲν δημοκρατία, ἔργῳ δὲ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή.
因此,这在名义上是民主制,但在实际上却是第一公民的统治。
§2.65.10οἱ δὲ ὕστερον ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι ἐτράποντο καθ’ ἡδονὰς τῷ δήμῳ καὶ τὰ πράγματα ἐνδιδόναι.
然而,后来的领导者们彼此更加平等,每个人都渴望成为第一,于是开始迎合民意,并将国家政务拱手相让。
§2.65.11ἐξ ὧν ἄλλα τε πολλά, ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ, ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς, ὃς οὐ τοσοῦτον γνώμης ἁμάρτημα ἦν πρὸς οὓς ἐπῇσαν, ὅσον οἱ ἐκπέμψαντες οὐ τὰ πρόσφορα τοῖς οἰχομένοις ἐπιγιγνώσκοντες, ἀλλὰ κατὰ τὰς ἰδίας διαβολὰς περὶ τῆς τοῦ δήμου προστασίας τά τε ἐν τῷ στρατοπέδῳ ἀμβλύτερα ἐποίουν καὶ τὰ περὶ τὴν πόλιν πρῶτον ἐν ἀλλήλοις ἐταράχθησαν.
由此导致了许多其他的错误,正如在一个统治帝国的伟大城邦中常有的那样,其中也包括对西西里的远征。 这在很大程度上与其说是对所攻击对象的判断失误,不如说是那些派遣远征军的人,没有为出征的人做出适当的决策提供支持,反而因为关于民众领导权的个人中伤,使前线的行动变得迟钝,并首先在他们自己之间引起了国内的混乱。
§2.65.12σφαλέντες δὲ ἐν Σικελίᾳ ἄλλῃ τε παρασκευῇ καὶ τοῦ ναυτικοῦ τῷ πλέονι μορίῳ καὶ κατὰ τὴν πόλιν ἤδη ἐν στάσει ὄντες ὅμως † τρία † μὲν ἔτη ἀντεῖχον τοῖς τε πρότερον ὑπάρχουσι πολεμίοις καὶ τοῖς ἀπὸ Σικελίας μετ’ αὐτῶν, καὶ τῶν ξυμμάχων ἔτι τοῖς πλέοσιν ἀφεστηκόσι, Κύρῳ τε ὕστερον βασιλέως παιδὶ προσγενομένῳ, ὃς παρεῖχε χρήματα Πελοποννησίοις ἐς τὸ ναυτικόν, καὶ οὐ πρότερον ἐνέδοσαν ἢ αὐτοὶ ἐν σφίσι κατὰ τὰς ἰδίας διαφορὰς περιπεσόντες ἐσφάλησαν.
尽管他们在西西里失去了其他装备和海军的大部分,并且国内已经处于内讧之中,但他们仍然坚持了 †三† 年之久,对抗着原先的敌人、来自西西里并与他们联合的敌人、大部分已经叛离的盟友,以及后来加入并为伯罗奔尼撒人提供海军资金的波斯王之子塞鲁士;而且他们直到自己因私人恩怨相互陷入争斗而自取灭亡时,才屈服投降。
§2.65.13τοσοῦτον τῷ Περικλεῖ ἐπερίσσευσε τότε ἀφ’ ὧν αὐτὸς προέγνω καὶ πάνυ ἂν ῥᾳδίως περιγενέσθαι τὴν πόλιν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ.
伯里克利当时所拥有的预见力与国家资源是如此充裕,以至于他自己便已预见到,城邦在战争中可以极为轻易地战胜伯罗奔尼撒人本身。