§2.62.1‘τὸν δὲ πόνον τὸν κατὰ τὸν πόλεμον, μὴ γένηταί τε πολὺς καὶ οὐδὲν μᾶλλον περιγενώμεθα, ἀρκείτω μὲν ὑμῖν καὶ ἐκεῖνα ἐν οἷς ἄλλοτε πολλάκις γε δὴ ἀπέδειξα οὐκ ὀρθῶς αὐτὸν ὑποπτευόμενον, δηλώσω δὲ καὶ τόδε, ὅ μοι δοκεῖτε οὔτ᾽ αὐτοὶ πώποτε ἐνθυμηθῆναι ὑπάρχον ὑμῖν μεγέθους πέρι ἐς τὴν ἀρχὴν οὔτ’ ἐγὼ ἐν τοῖς πρὶν λόγοις· οὐδ’ ἂν νῦν ἐχρησάμην κομπωδεστέραν ἔχοντι τὴν προσποίησιν, εἰ μὴ καταπεπληγμένους ὑμᾶς παρὰ τὸ εἰκὸς ἑώρων.
“至于战争中的劳苦,免得它变得沉重而我们却无法克服,你们只需满足于我此前多次证明过的那番道理,即人们对它的担忧是不正确的;我还要向你们指出以下这点,关于你们帝国规模之庞大,你们自己似乎从未想到过这是你们所拥有的,我在此前的演说中也未曾提及;如果我不是看到你们出乎意料地极其惊慌,我现在也不会使用这种带有夸大之嫌的说法。
§2.62.2οἴεσθε μὲν γὰρ τῶν ξυμμάχων μόνων ἄρχειν, ἐγὼ δὲ ἀποφαίνω δύο μερῶν τῶν ἐς χρῆσιν φανερῶν, γῆς καὶ θαλάσσης, τοῦ ἑτέρου ὑμᾶς παντὸς κυριωτάτους ὄντας, ἐφ’ ὅσον τε νῦν νέμεσθε καὶ ἢν ἐπὶ πλέον βουληθῆτε· καὶ οὐκ ἔστιν ὅστις τῇ ὑπαρχούσῃ παρασκευῇ τοῦ ναυτικοῦ πλέοντας ὑμᾶς οὔτε βασιλεὺς οὔτε ἄλλο οὐδὲν ἔθνος τῶν ἐν τῷ παρόντι κωλύσει.
因为你们以为自己仅仅统治着盟国,但我却要指出,在供人类使用的两大显明领域——陆地与海洋——之中,你们对于后者整体拥有绝对的主导权,不仅限于你们目前所利用的范围,而且只要你们愿意,还可以进一步扩张;在目前,当你们以现有的海军备战航行时,无论是波斯国王还是其他任何民族,都无法阻挡你们。
§2.62.3ὥστε οὐ κατὰ τὴν τῶν οἰκιῶν καὶ τῆς γῆς χρείαν, ὧν μεγάλων νομίζετε ἐστερῆσθαι, αὕτη ἡ δύναμις φαίνεται· οὐδ’ εἰκὸς χαλεπῶς φέρειν αὐτῶν μᾶλλον ἢ οὐ κηπίον καὶ ἐγκαλλώπισμα πλούτου πρὸς ταύτην νομίσαντας ὀλιγωρῆσαι, καὶ γνῶναι ἐλευθερίαν μέν, ἢν ἀντιλαμβανόμενοι αὐτῆς διασώσωμεν, ῥᾳδίως ταῦτα ἀναληψομένην, ἄλλων δὲ ὑπακούσασι καὶ τὰ προκεκτημένα φιλεῖν ἐλασσοῦσθαι, τῶν τε πατέρων μὴ χείρους κατ’ ἀμφότερα φανῆναι, οἳ μετὰ πόνων καὶ οὐ παρ’ ἄλλων δεξάμενοι κατέσχον τε καὶ προσέτι διασώσαντες παρέδοσαν ὑμῖν αὐτά (αἴσχιον δὲ ἔχοντας ἀφαιρεθῆναι ἢ κτωμένους ἀτυχῆσαι), ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι.
因此,这种力量显现出来,绝非那让你们觉得失去了重大东西的房屋和土地的用途所能比拟;你们因失去它们而感到痛苦,而不是将它们视作这股力量面前的小菜园和财富的虚饰而予以轻视,这是不合理的。 你们应当明白,自由只要我们能坚持并守护它,就很容易夺回这些东西,而对听命于他人的人来说,连先前拥有的东西也往往会减少。 在两方面,你们都不应显得比你们的父辈逊色,他们通过劳苦而非继承自他人,获得并保全了这些财产,进而传给了你们(比起在争取时失败,拥有后被剥夺是更为可耻的),你们应当去迎击敌人,不仅带着高昂的斗志,更要带着对他们的轻蔑。
§2.62.4αὔχημα μὲν γὰρ καὶ ἀπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινὶ ἐγγίγνεται, καταφρόνησις δὲ ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προύχειν, ὃ ἡμῖν ὑπάρχει.
因为,虚张声势即使是在侥幸的愚昧之中、在懦夫身上也会产生,而轻蔑则只产生在那些凭智谋确信自己胜过对手的人身上,这正是我们所具备的。
§2.62.5καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ ξύνεσις ἐκ τοῦ ὑπέρφρονος ἐχυρωτέραν παρέχεται, ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς, γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια.
并且,在运气均等的情况下,明智由于居高临下的优越感而使勇气更加稳固,它较少信赖希望(希望的力量是在绝境中发挥的),而是更信赖基于现实情况的理性判断,后者的远见更为可靠。 ”