Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.61.1-2.61.4

伯里克利劝告雅典人忍受苦难维护城邦名誉

第 207 段,共 917 段 · 希腊语

内容简介

伯里克利劝诫因意外灾难和瘟疫而动摇并指责他的雅典公民,应当克服私痛,甘愿承受巨大不幸以维护城邦的伟大声望。

§2.61.1‘καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τἆλλα εὐτυχοῦσι, πολλὴ ἄνοια πολεμῆσαι· εἰ δ’ ἀναγκαῖον ἦν ἢ εἴξαντας εὐθὺς τοῖς πέλας ὑπακοῦσαι ἢ κινδυνεύσαντας περιγενέσθαι, ὁ φυγὼν τὸν κίνδυνον τοῦ ὑποστάντος μεμπτότερος.
“因为,对于那些在其他方面顺遂且有选择余地的人来说,进行战争是极大的愚蠢;但如果不可避免地要在屈服并立即服从邻国,还是冒着危险去克敌制胜之间做出选择,那么逃避危险的人比起挺身面对的人更应受到谴责。
§2.61.2καὶ ἐγὼ μὲν ὁ αὐτός εἰμι καὶ οὐκ ἐξίσταμαι· ὑμεῖς δὲ μεταβάλλετε, ἐπειδὴ ξυνέβη ὑμῖν πεισθῆναι μὲν ἀκεραίοις, μεταμέλειν δὲ κακουμένοις, καὶ τὸν ἐμὸν λόγον ἐν τῷ ὑμετέρῳ ἀσθενεῖ τῆς γνώμης μὴ ὀρθὸν φαίνεσθαι, διότι τὸ μὲν λυποῦν ἔχει ἤδη τὴν αἴσθησιν ἑκάστῳ, τῆς δὲ ὠφελίας ἄπεστιν ἔτι ἡ δήλωσις ἅπασι, καὶ μεταβολῆς μεγάλης, καὶ ταύτης ἐξ ὀλίγου, ἐμπεσούσης ταπεινὴ ὑμῶν ἡ διάνοια ἐγκαρτερεῖν ἃ ἔγνωτε.
我依然如故,并未改变立场;但你们却在改变,因为你们在未受损失时被说服,而在遭受痛苦时却感到后悔,且由于你们意志的动摇,我的主张显得不再正确。 这是因为,痛苦已被每个人切身感受到,而利益的显现对所有人来说仍未到来;加之突如其来的巨变降临,你们的心态已变得过于沮丧,以至于无法坚持你们曾经做出的决定。
§2.61.3δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμβαῖνον· ὃ ὑμῖν πρὸς τοῖς ἄλλοις οὐχ ἥκιστα καὶ κατὰ τὴν νόσον γεγένηται.
因为,那些突然、出乎意料且极度违背常理而发生的事,会摧毁人们的斗志;除了其他遭遇外,这次疫病尤其给你们带来了这种打击。
§2.61.4ὅμως δὲ πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀντιπάλοις αὐτῇ τεθραμμένους χρεὼν καὶ ξυμφοραῖς ταῖς μεγίσταις ἐθέλειν ὑφίστασθαι καὶ τὴν ἀξίωσιν μὴ ἀφανίζειν (ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι δικαιοῦσι τῆς τε ὑπαρχούσης δόξης αἰτιᾶσθαι ὅστις μαλακίᾳ ἐλλείπει καὶ τῆς μὴ προσηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον), ἀπαλγήσαντας δὲ τὰ ἴδια τοῦ κοινοῦ τῆς σωτηρίας ἀντιλαμβάνεσθαι.
然而,作为居住在伟大城邦并受其相称风尚熏陶的人,你们应当甘愿承受最大的不幸,而不使城邦的威望受损(因为人们同样认为,既有理由谴责因懦弱而无法配得上已有声誉的人,也有理由憎恨那些因鲁莽而企图攫取不属于自己的声誉的人),你们应当忘却个人的痛苦,共同致力于拯救集体。 ”

词汇与语法注释

  1. §2.61.2πεισθῆναι μὲν ἀκεραίοις, μεταμέλειν δὲ κακουμένοις — 依赖于无人称动词 ξυνέβη(发生)的两个不定式并列对比结构,与格的 ὑμῖν(你们)作为它们逻辑上的主语。πεισθῆναι(被说服)与 μεταμέλειν(后悔)并列。与格分词 ἀκεραίοις(完好无损时)和 κακουμένοις(遭受痛苦时)与 ὑμῖν 一致,用以表示主语在不同时刻的状态。
  2. §2.61.2ταπεινὴ ὑμῶν ἡ διάνοια ἐγκαρτερεῖν — 不定式 ἐγκαρτερεῖν(坚持/忍耐)修饰形容词 ταπεινή(沮丧的、懦弱的),作为表示结果或限定范围的不定式,意为“过于沮丧而无法坚持”或“在坚持……方面显得太软弱”。
  3. §2.61.4τῆς τε ὑπαρχούσης δόξης αἰτιᾶσθαι ὅστις μαλακίᾳ ἐλλείπει καὶ τῆς μὴ προσηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον — 表达两种受谴责/憎恨对象的平行结构。前半部分中,αἰτιᾶσθαι(谴责)以关系从句 ὅστις...(相当于宾格)为宾语,属格 τῆς ὑπαρχούσης δόξης 表示谴责的事由(无法配得上已有声誉),该属格亦可理解为受 ἐλλείπει(缺少/不及)支配。后半部分中,μισεῖν(憎恨)以宾格分词 τὸν ... ὀρεγόμενον 为宾语,而 ὀρεγόμενον(追求)支配属格 τῆς μὴ προσηκούσης [δόξης]。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.61.1-2.61.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.61.1-2.61.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。