Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.60.1-2.60.7

城邦整体利益与伯里克利的领袖资质

第 206 段,共 917 段 · 希腊语

内容简介

伯里克利在公民大会演说的开篇中表示,市民的愤怒本在他的意料之中,并论证城邦整体的命运决定着个人的幸福。他进一步阐明了自己作为领导者无可比拟的优秀品质,并提醒公民们当初是他们自己决定进行这场战争的。

§2.60.1‘καὶ προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν ἔς με γεγένηται (αἰσθάνομαι γὰρ τὰς αἰτίας) καὶ ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον, ὅπως ὑπομνήσω καὶ μέμψωμαι εἴ τι μὴ ὀρθῶς ἢ ἐμοὶ χαλεπαίνετε ἢ ταῖς ξυμφοραῖς εἴκετε.
“你们对我产生的愤怒,正是在我意料之中的(因为我察觉到了这些指责的原因),我正是为了这个目的召集了公民大会,以便在你们有什么不对的地方——无论是向我发怒还是向不幸屈服——时提醒并责备你们。
§2.60.2ἐγὼ γὰρ ἡγοῦμαι πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἁθρόαν δὲ σφαλλομένην.
因为我认为,一个整体上健全的国家,比起那些虽然个体市民富足但整体上衰败的国家,更能造福于个人。
§2.60.3καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ τὸ καθ’ ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον ξυναπόλλυται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασῴζεται.
事实上,一个在个人事务中顺遂的人,如果祖国走向毁灭,他也同样会一同灭亡;而在一个繁荣的国家里遭遇不幸的人,则要容易得多地获得拯救。
§2.60.4ὁπότε οὖν πόλις μὲν τὰς ἰδίας ξυμφορὰς οἵα τε φέρειν, εἷς δ’ ἕκαστος τὰς ἐκείνης ἀδύνατος, πῶς οὐ χρὴ πάντας ἀμύνειν αὐτῇ, καὶ μὴ ὃ νῦν ὑμεῖς δρᾶτε·
因此,既然国家能够承担个人的不幸,而个人却无法承担国家的灾难,那我们怎能不全体共同去保卫她,而不是像你们现在所做的那样?
ταῖς κατ’ οἶκον κακοπραγίαις ἐκπεπληγμένοι τοῦ κοινοῦ τῆς σωτηρίας ἀφίεσθε, καὶ ἐμέ τε τὸν παραινέσαντα πολεμεῖν καὶ ὑμᾶς αὐτοὺς οἳ ξυνέγνωτε δι’ αἰτίας ἔχετε.
你们因家庭的私事遭遇不幸而惊慌失措,放弃了对共同体拯救的努力,并且指责劝说你们进行战争的我,以及同意了这一决定的你们自己。
§2.60.5καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.
然而,你们却向我这样的人发怒,而我认为自己在看清所需行之事并将其阐明方面不亚于任何人,同时我热爱城邦,且对金钱无所渴求。
§2.60.6ὅ τε γὰρ γνοὺς καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη· ὅ τε ἔχων ἀμφότερα, τῇ δὲ πόλει δύσνους, οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι· προσόντος δὲ καὶ τοῦδε, χρήμασι δὲ νικωμένου, τὰ ξύμπαντα τούτου ἑνὸς ἂν πωλοῖτο.
因为,一个看清了事情却不能清晰传授的人,与根本没有思考过的人无异;而一个人即使兼具这两者,但若对城邦怀有敌意,他就不会怀着同样的亲近之情发表见解;即使这也具备了,但若被金钱征服,那么一切都会为了这单单一项而被出卖。
§2.60.7ὥστ’ εἴ μοι καὶ μέσως ἡγούμενοι μᾶλλον ἑτέρων προσεῖναι αὐτὰ πολεμεῖν ἐπείσθητε, οὐκ ἂν εἰκότως νῦν τοῦ γε ἀδικεῖν αἰτίαν φεροίμην.
所以,如果你们当时是因为认为我比其他人更具备这些品质(哪怕只是中等程度)才听信我的劝说而同意进行战争,那么现在让我承担行事不公的罪名是不合理的。 ”

词汇与语法注释

  1. 2.60.1προσδεχομένῳ μοι — 与格分词,用作表示判断或利益的与格(“对于预料之中的我而言”)。这强调了公民们愤怒的显现完全在伯里克利本人的预料之中。
  2. 2.60.2πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἁθρόαν δὲ σφαλλομένην — 依附于主句动词 `ἡγοῦμαι` 的带宾格的不定式结构。此处对比了城邦的两种状态:整体健全的国家(`πόλιν ξύμπασαν ὀρθουμένην`)与市民个体虽顺遂但整体衰败的国家(`(πόλιν) καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἁθρόαν δὲ σφαλλομένην`)。其中的分词起环境状语作用,描述其时间或条件状态。
  3. 2.60.4ὃ νῦν ὑμεῖς δρᾶτε· — 此处需补出省略的、依附于否定词 `μὴ` 的不定式 `δρᾶν`。包含先行词的关系代词从句 `ὃ` (“你们现在所做的事”)作其宾语,而冒号后面的整句话则作为同位语,具体解释了这一行为的内容。
  4. 2.60.6προσόντος δὲ καὶ τοῦδε — 属格独立结构。指示代词 `τοῦδε` 指代前文提到的 `φιλόπολις`(爱国心)。此处表示让步关系:“即使这也(爱国心)具备了”。
  5. 2.60.7καὶ μέσως ἡγούμενοι μᾶλλον ἑτέρων προσεῖναι αὐτὰ — 伴随分词 `ἡγούμενοι`(认为)在条件从句 `εἰ... ἐπείσθητε` 中表示原因。代词 `αὐτὰ` 指代伯里克利在 2.60.5 中列举的四种优秀品质,是不定式 `προσεῖναι`(属于)的逻辑主语。`καὶ μέσως`(即使只是中等程度)修饰并限定了比较级 `μᾶλλον`(比他人更多)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.60.1-2.60.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.60.1-2.60.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。