§2.51.1τὸ μὲν οὖν νόσημα, πολλὰ καὶ ἄλλα παραλιπόντι ἀτοπίας, ὡς ἑκάστῳ ἐτύγχανέ τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον, τοιοῦτον ἦν ἐπὶ πᾶν τὴν ἰδέαν.
因此,这种疾病的总体特征就是如此,即使有人省略了它的许多其他奇特之处,因为它在每个人身上的表现与其他人相比总有些许不同。
καὶ ἄλλο παρελύπει κατ’ ἐκεῖνον τὸν χρόνον οὐδὲν τῶν εἰωθότων· ὃ δὲ καὶ γένοιτο, ἐς τοῦτο ἐτελεύτα.
在那段时间里,没有其他常见的疾病困扰人们;即使发生了什么其他疾病,最终也都演变成了这种病。
§2.51.2ἔθνῃσκον δὲ οἱ μὲν ἀμελείᾳ, οἱ δὲ καὶ πάνυ θεραπευόμενοι.
有的人因无人照料而死,有的人即使得到了极为悉心的看护也未能幸免。
ἕν τε οὐδὲ ἓν κατέστη ἴαμα ὡς εἰπεῖν ὅτι χρῆν προσφέροντας ὠφελεῖν· τὸ γάρ τῳ ξυνενεγκὸν ἄλλον τοῦτο ἔβλαπτεν.
可以说,没有确立任何单一的疗法是施加之后必然见效的;因为对某个人有益的东西,对另一个人却是有害的。
§2.51.3σῶμά τε αὔταρκες ὂν οὐδὲν διεφάνη πρὸς αὐτὸ ἰσχύος πέρι ἢ ἀσθενείας, ἀλλὰ πάντα ξυνῄρει καὶ τὰ πάσῃ διαίτῃ θεραπευόμενα.
没有任何体质,无论强壮还是虚弱,在面对它时能证明自己具有足够的抵抗力,相反,它将所有人一并夺走,甚至包括那些通过各种养生法受到精心照料的人。
§2.51.4δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ ἥ τε ἀθυμία ὁπότε τις αἴσθοιτο κάμνων (πρὸς γὰρ τὸ ἀνέλπιστον εὐθὺς τραπόμενοι τῇ γνώμῃ πολλῷ μᾶλλον προΐεντο σφᾶς αὐτοὺς καὶ οὐκ ἀντεῖχον), καὶ ὅτι ἕτερος ἀφ’ ἑτέρου θεραπείας ἀναπιμπλάμενοι ὥσπερ τὰ πρόβατα ἔθνῃσκον· καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει.
而在这一切灾难中,最可怕的是:一旦有人察觉到自己病倒了,便会陷入绝望(因为他们立刻将心思转向毫无希望的境地,更加轻易地放弃了自己,不再抵抗);以及人们因互相看护而被传染,像羊群一样相继死去,这造成了最惨重的伤亡。
§2.51.5εἴτε γὰρ μὴ ᾽θέλοιεν δεδιότες ἀλλήλοις προσιέναι, ἀπώλλυντο ἐρῆμοι, καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τοῦ θεραπεύσοντος· εἴτε προσίοιεν, διεφθείροντο, καὶ μάλιστα οἱ ἀρετῆς τι μεταποιούμενοι·
因为如果他们由于害怕而不愿互相接近,他们就会在孤独中死去,许多房屋因缺乏照料者而变得空无一人;但如果他们去接近,他们就会丧命,尤其是那些自诩有德行的人。
αἰσχύνῃ γὰρ ἠφείδουν σφῶν αὐτῶν ἐσιόντες παρὰ τοὺς φίλους, ἐπεὶ καὶ τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων τελευτῶντες καὶ οἱ οἰκεῖοι ἐξέκαμνον ὑπὸ τοῦ πολλοῦ κακοῦ νικώμενοι.
因为出于羞耻心,他们不顾个人安危,前往朋友家中,因为到最后,连死者的亲属在巨大的灾难压迫下,也对死者的哀悼感到精疲力竭。
§2.51.6ἐπὶ πλέον δ’ ὅμως οἱ διαπεφευγότες τόν τε θνῄσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο διὰ τὸ προειδέναι τε καὶ αὐτοὶ ἤδη ἐν τῷ θαρσαλέῳ εἶναι· δὶς γὰρ τὸν αὐτόν, ὥστε καὶ κτείνειν, οὐκ ἐπελάμβανεν.
然而,那些已经康复的人,对濒死者和受苦者抱有更多的同情,这既是因为他们已经提前了解了这种痛苦,也是因为他们自己现在已经处于安全境地;因为同一个人不会两次遭到袭击,至少不会严重到致命的程度。
καὶ ἐμακαρίζοντό τε ὑπὸ τῶν ἄλλων, καὶ αὐτοὶ τῷ παραχρῆμα περιχαρεῖ καὶ ἐς τὸν ἔπειτα χρόνον ἐλπίδος τι εἶχον κούφης μηδ’ ἂν ὑπ’ ἄλλου νοσήματός ποτε ἔτι διαφθαρῆναι.
他们受到了别人的祝福,而他们自己也沉浸在眼前的喜悦中,甚至对未来抱有一种轻微的期盼,认为自己再也不会被其他任何疾病夺去生命。