Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.52.1-2.52.4

雅典城内拥挤加剧疫情与丧葬秩序的瓦解

第 198 段,共 917 段 · 希腊语

内容简介

从乡下迁入雅典城内的人口加剧了瘟疫的蔓延。住处的缺乏导致死亡人数急剧增加,神庙里塞满了尸体,传统的丧葬礼仪和秩序完全崩溃。

§2.52.1ἐπίεσε δ’ αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ, καὶ οὐχ ἧσσον τοὺς ἐπελθόντας.
此外,除了现有的痛苦之外,从乡下迁入城内的拥挤人群更使他们感到压迫,而对那些新迁入的人来说尤其如此。
§2.52.2οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ’ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτους διαιτωμένων ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπ’ ἀλλήλοις ἀποθνῄσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ.
因为在没有房屋、而是在一年中炎热季节里居住在闷热棚屋中的情况下,死亡的惨状完全是在无秩序中发生的;不仅如此,垂死者像尸体一样层层重叠地躺着,在街道上以及所有的泉水旁,因对水的渴望而处于半死不活的状态中挣扎。
§2.52.3τά τε ἱερὰ ἐν οἷς ἐσκήνηντο νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων· ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες ὅτι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως.
他们在其中搭起帐篷的庙宇也塞满了尸体,因为人们就死在里面;因为随着灾难变得极其严重,人们不知道自己会落得什么下场,便对神圣和世俗的法则一律采取了漠视的态度。
§2.52.4νόμοι τε πάντες ξυνεταράχθησαν οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ ὡς ἕκαστος ἐδύνατο.
他们以前在丧葬方面所遵守的所有法律和习俗都被打乱了,每个人都尽其所能地进行埋葬。
καὶ πολλοὶ ἐς ἀναισχύντους θήκας ἐτράποντο σπάνει τῶν ἐπιτηδείων διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν· ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας φθάσαντες τοὺς νήσαντας οἱ μὲν ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν ὑφῆπτον, οἱ δὲ καιομένου ἄλλου ἐπιβαλόντες ἄνωθεν ὃν φέροιεν ἀπῇσαν.
许多人由于缺乏必要的物资,而且因为已有许多亲属先他们而死,便采取了不体面的埋葬方式:他们抢在堆好柴堆的人之前,有的人把自己的死者放在上面并点燃火,有的人则在别人的尸体正在燃烧时,把自己抬来的尸体往上一扔便离去了。

词汇与语法注释

  1. §2.52.2ὥρᾳ ἔτους — 时间与格 ὥρᾳ(季节)与属格 ἔτους(一年的)相结合,根据上下文的 πνιγηραῖς(闷热的)指代一年中炎热的季节(即夏季)。
  2. §2.52.2τοῦ ὕδατος ἐπιθυμίᾳ — τοῦ ὕδατος(水)是定语从属于名词 ἐπιθυμίᾳ(渴望、欲求)的宾格性属格。整个短语作原因与格,意为“由于对水的渴望”。
  3. §2.52.3οὐκ ἔχοντες ὅτι γένωνται — ὅτι γένωνται 是使用过去不定时接续法的间接考虑接续法(deliberative subjunctive)从句,表示“不知道自己会落得什么下场”或“不知道该如何是好”的无助状态。
  4. §2.52.4διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν — 在由 διὰ τὸ 引导的冠词不定式结构中,συχνούς 作完成时不定式 προτεθνάναι 的主格对格,而 σφίσιν 则作利害关系与格(“对他们而言”或“在他们之前”)。
  5. §2.52.4φθάσαντες τοὺς νήσαντας — 动词 φθάνω(先于、抢先)支配宾格,此处分词 φθάσαντες 支配对格宾语 τοὺς νήσαντας(堆起柴堆的人),意为“赶在堆起柴堆的人之前”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.52.1-2.52.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.52.1-2.52.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。