§2.50.1γενόμενον γὰρ κρεῖσσον λόγου τὸ εἶδος τῆς νόσου τά τε ἄλλα χαλεπωτέρως ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν προσέπιπτεν ἑκάστῳ καὶ ἐν τῷδε ἐδήλωσε μάλιστα ἄλλο τι ὂν ἢ τῶν ξυντρόφων τι· τὰ γὰρ ὄρνεα καὶ τετράποδα ὅσα ἀνθρώπων ἅπτεται, πολλῶν ἀτάφων γιγνομένων ἢ οὐ προσῄει ἢ γευσάμενα διεφθείρετο.
因为这种疾病的特征实在是非言语所能形容,在其他方面也以超出人类本能所能承受的残酷程度袭击着每个人,并在这一点上最明显地表明,它是某种不同于任何常见疾病的东西:因为尽管有许多尸体未获埋葬,那些以人肉为食的鸟类和四足兽,要么根本不接近,要么一旦尝了就死掉。
§2.50.2τεκμήριον δέ· τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις σαφὴς ἐγένετο, καὶ οὐχ ἑωρῶντο οὔτε ἄλλως οὔτε περὶ τοιοῦτον οὐδέν· οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος διὰ τὸ ξυνδιαιτᾶσθαι.
其证据是:这类鸟类明显消失了,无论是在其他地方还是在这些尸体周围,都完全看不见它们;而狗因为与人共同生活,更明显地让人察觉到了这种后果。