Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.44.1-2.44.4

对阵亡者父母的劝慰与勉励

第 190 段,共 917 段 · 希腊语

内容简介

伯里克利向逝者的父母致辞,鼓励年轻一代通过繁衍后代来克制悲痛并报效国家,同时劝慰年迈一代以过去的幸福和子嗣的荣耀自宽。

§2.44.1‘δι’ ὅπερ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρομαι μᾶλλον ἢ παραμυθήσομαι.
“因此,对于现在到场的这些烈士的父母,我与其说是要为他们悲伤,毋宁说是要抚慰他们。
ἐν πολυτρόποις γὰρ ξυμφοραῖς ἐπίστανται τραφέντες· τὸ δ’ εὐτυχές, οἳ ἂν τῆς εὐπρεπεστάτης λάχωσιν, ὥσπερ οἵδε μὲν νῦν, τελευτῆς, ὑμεῖς δὲ λύπης, καὶ οἷς ἐνευδαιμονῆσαί τε ὁ βίος ὁμοίως καὶ ἐντελευτῆσαι ξυνεμετρήθη.
因为他们深知自己是在多变的人生际遇中抚养长大的;而所谓幸运,就是获得了最体面的结局(如这些烈士如今所得到的),或是最体面的悲伤(如你们如今所得到的),并且其生命的长短被安排得恰到好处,既能享受幸福,又能以此终老。
§2.44.2χαλεπὸν μὲν οὖν οἶδα πείθειν ὄν, ὧν καὶ πολλάκις ἕξετε ὑπομνήματα ἐν ἄλλων εὐτυχίαις, αἷς ποτὲ καὶ αὐτοὶ ἠγάλλεσθε· καὶ λύπη οὐχ ὧν ἄν τις μὴ πειρασάμενος ἀγαθῶν στερίσκηται, ἀλλ’ οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῇ.
我知道,要让你们接受这一点是困难的,因为当你们看到别人的幸福时,会常常勾起对逝者的回忆,而这些幸福曾经也是你们引以为傲的;悲伤并不是因为失去了从未体验过的美好,而是因为习惯了拥有的东西却被夺走了。
§2.44.3καρτερεῖν δὲ χρὴ καὶ ἄλλων παίδων ἐλπίδι,οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι· ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη οἱ ἐπιγιγνόμενοί τισιν ἔσονται, καὶ τῇ πόλει διχόθεν, ἔκ τε τοῦ μὴ ἐρημοῦσθαι καὶ ἀσφαλείᾳ, ξυνοίσει·
但是,那些仍处于生育年龄的人应当寄希望于生育其他的孩子,以此来克制悲痛;因为在私人层面上,新生的子女将使人们忘却逝去的人,而在城邦层面上,这具有双重益处,既能防止国家变得荒凉,又能保障其安全。
οὐ γὰρ οἷόν τε ἴσον τι ἢ δίκαιον βουλεύεσθαι οἳ ἂν μὴ καὶ παῖδας ἐκ τοῦ ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν.
因为,如果不以同样的方式让自己的孩子去冒危险,任何人都不可能提出公平或正义的建议。
§2.44.4ὅσοι δ’ αὖ παρηβήκατε, τόν τε πλέονα κέρδος ὃν ηὐτυχεῖτε βίον ἡγεῖσθε καὶ τόνδε βραχὺν ἔσεσθαι, καὶ τῇ τῶνδε εὐκλείᾳ κουφίζεσθε.
至于你们当中那些已经过了壮年的人,应当把过去享有幸福的漫长岁月视为所得,并想到剩下的一生将是短暂的,从而以这些烈士的荣耀来宽慰自己。
τὸ γὰρ φιλότιμον ἀγήρων μόνον, καὶ οὐκ ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας τὸ κερδαίνειν, ὥσπερ τινές φασι, μᾶλλον τέρπει, ἀλλὰ τὸ τιμᾶσθαι.
因为只有对荣誉的热爱是永不衰老的;在无所作为的暮年,正如有些人所说,带给人们最大快乐的不是获取利益,而是获得尊重。 ”

词汇与语法注释

  1. §2.44.1παραμυθήσομαι — 与现在时 ὀλοφύρομαι(我悲伤)并列的将来时。它并非单纯预测未来的“我将抚慰”,而是表达说话者的决心或意图(“我更愿去抚慰”)。
  2. §2.44.1τὸ δ’ εὐτυχές, οἳ ἂν τῆς εὐπρεπεστάτης λάχωσιν... — 以中性名词 τὸ εὐτυχές(幸运)为主语,其具体内容由关系从句 οἳ ἂν λάχωσιν(获得……的人[之命运])来解释。在比较词 ὥσπερ(正如)的两侧,属格 τελευτῆς(结局)对应 οἵδε μὲν νῦν(这些烈士如今),而属格 λύπης(悲伤)对应 ὑμεῖς δὲ(你们),两者共同受最高级形容词属格 τῆς εὐπρεπεστάτης(最体面的)所修饰。
  3. §2.44.2χαλεπὸν μὲν οὖν οἶδα πείθειν ὄν — 分词 ὄν(是)作为 οἶδα(我知道)的补充分词,嵌套了无人称句 χαλεπόν ἐστιν πείθειν(劝说/安抚是困难的)。πείθειν 通常意为“说服”,但在这里作“安抚”、“抚慰”悲伤家属之意。
  4. §2.44.3οἳ ἂν μὴ καὶ παῖδας ἐκ τοῦ ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν — 带有 ἄν 和虚拟语气的关系从句,起到了条件从句(相当于 ἐάν μή...)的作用。中动分词 παραβαλλόμενοι 意为“使……冒险”或“下赌注”,与 ἐκ τοῦ ὁμοίου(在同等条件下)以及主动词 κινδυνεύωσιν(面临危险)相结合,体现了公民在面对国难时应当共同承担同等风险的平等原则。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.44.1-2.44.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.44.1-2.44.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。