Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.43.1-2.43.6

勉励公民热爱城邦与自由勇敢之道

第 189 段,共 917 段 · 希腊语

内容简介

伯里克利赞美逝者的爱国精神,督促市民亲眼见证城邦的力量并坚定勇敢的决心,将幸福等同于自由,自由等同于勇敢。

§2.43.1‘καὶ οἵδε μὲν προσηκόντως τῇ πόλει τοιοίδε ἐγένοντο·
“这些烈士,正如城邦所期望的那样,展现了这样的气节。
τοὺς δὲ λοιποὺς χρὴ ἀσφαλεστέραν μὲν εὔχεσθαι, ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς τοὺς πολεμίους διάνοιαν ἔχειν, σκοποῦντας μὴ λόγῳ μόνῳ τὴν ὠφελίαν, ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι, λέγων ὅσα ἐν τῷ τοὺς πολεμίους ἀμύνεσθαι ἀγαθὰ ἔνεστιν, ἀλλὰ μᾶλλον τὴν τῆς πόλεως δύναμιν καθ’ ἡμέραν ἔργῳ θεωμένους καὶ ἐραστὰς γιγνομένους αὐτῆς, καὶ ὅταν ὑμῖν μεγάλη δόξῃ εἶναι,ἐνθυμουμένους ὅτι τολμῶντες καὶ γιγνώσκοντες τὰ δέοντα καὶ ἐν τοῖς ἔργοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ ἐκτήσαντο, καὶ ὁπότε καὶ πείρᾳ του σφαλεῖεν, οὐκ οὖν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν, κάλλιστον δὲ ἔρανον αὐτῇ προϊέμενοι.
而你们这些幸存者,应当祈求更安全的安全,但在对抗敌人时,决意保持同样毫不妥协的斗志,不可只在言辞上权衡利弊——对于抗击敌人的种种益处,你们自己早已心知肚明,无需他人赘言——而应当在每日的实际行动中,去瞩目城邦的伟大力量,并成为她的倾慕者。 当你们感到城邦伟大时,应当记住,这股力量正是由那些敢于冒险、明辨职责、在行动中深知耻辱的人们所缔造的;即便他们在某种尝试中遭遇失败,也绝不愿让城邦因失去他们的德行而蒙受损失,而是将自己的生命作为最崇高的祭献奉献给国家。
§2.43.2κοινῇ γὰρ τὰ σώματα διδόντες ἰδίᾳ τὸν ἀγήρων ἔπαινον ἐλάμβανον καὶ τὸν τάφον ἐπισημότατον, οὐκ ἐν ᾧ κεῖνται μᾶλλον, ἀλλ’ ἐν ᾧ ἡ δόξα αὐτῶν παρὰ τῷ ἐντυχόντι αἰεὶ καὶ λόγου καὶ ἔργου καιρῷ αἰείμνηστος καταλείπεται.
因为他们共同献出了肉体,却各自赢得了永不磨灭的赞誉,以及最显赫的陵墓——这陵墓不仅是指他们遗骨所安葬的地方,更是指他们的荣耀在任何言论或行动的契机中,都将永远留在人们记忆中的殿堂。
§2.43.3ἀνδρῶν γὰρ ἐπιφανῶν πᾶσα γῆ τάφος, καὶ οὐ στηλῶν μόνον ἐν τῇ οἰκείᾳ σημαίνει ἐπιγραφή, ἀλλὰ καὶ ἐν τῇ μὴ προσηκούσῃ ἄγραφος μνήμη παρ’ ἑκάστῳ τῆς γνώμης μᾶλλον ἢ τοῦ ἔργου ἐνδιαιτᾶται.
因为对于卓越的人来说,整座大地都是他们的陵墓;不仅在他们故土的墓碑上有铭文昭示,而且即使在异国他乡,他们精神的无形纪念,也远比物质的丰碑更深地铭刻在每个人的心中。
§2.43.4οὓς νῦν ὑμεῖς ζηλώσαντες καὶ τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δ’ ἐλεύθερον τὸ εὔψυχον κρίναντες μὴ περιορᾶσθε τοὺς πολεμικοὺς κινδύνους.
如今,你们应当以他们为榜样,将自由视为幸福,将勇敢视为自由,从而绝不畏惧战争的危险。
§2.43.5οὐ γὰρ οἱ κακοπραγοῦντες δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς ἐλπὶς οὐκ ἔστιν ἀγαθοῦ, ἀλλ’ οἷς ἡ ἐναντία μεταβολὴ ἐν τῷ ζῆν ἔτι κινδυνεύεται καὶ ἐν οἷς μάλιστα μεγάλα τὰ διαφέροντα, ἤν τι πταίσωσιν.
因为,那些身处逆境、对美好生活不再抱有希望的人,并不比那些在活着时仍需面临命运逆转之危险、且一旦遭遇挫折便将面临巨大落差的人,更有理由不惜牺牲生命。
§2.43.6ἀλγεινοτέρα γὰρ ἀνδρί γε φρόνημα ἔχοντι ἡ μετὰ τοῦ [ἐν τῷ] μαλακισθῆναι κάκωσις ἢ ὁ μετὰ ῥώμης καὶ κοινῆς ἐλπίδος ἅμα γιγνόμενος ἀναίσθητος θάνατος.
因为对于一个有骨气的人来说,在软弱妥协中苟活所带来的屈辱,远比在充满力量与共同希望中、在毫无知觉中死去的痛苦更为难忍。 ”

词汇与语法注释

  1. §2.43.1ἣν ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι — 短语 πρὸς οὐδὲν χεῖρον(绝不更差)在句中起副词作用,意为“同样清楚地”。分词 εἰδότας 为宾格,修饰前面的 ὑμᾶς(你们自己)。μηκύνοι 与 ἄν 连用,构成虚拟可能语气,表示让步语气(“有人可能会长篇大论,但这并无必要”)。
  2. §2.43.1οὐκ οὖν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν — 否定词 οὐκ 与 οὖν(因此不)连用,否定分词 ἀξιοῦντες。σφετέρας 是复数反身物主形容词,指代阵亡烈士。ἀξιόω(认为……是理所当然)带不定式 στερίσκειν(剥夺、使失去)。整句意为“不认为理应让城邦失去他们自身的德行”。
  3. §2.43.5οἷς ἡ ἐναντία μεταβολὴ ἐν τῷ ζῆν ἔτι κινδυνεύεται — κινδυνεύεται 是被动语态单数第三人称,主语是 ἡ ἐναντία μεταβολή(相反的变化,即由盛转衰)。整句意为“在活着的时候(ἐν τῷ ζῆν ἔτι),这种相反的转变仍处于危险之中(即随时可能发生)”,强调了那些拥有优越生活之人所面临的潜在坠落风险。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.43.1-2.43.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.43.1-2.43.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。