§2.42.1‘δι’ ὃ δὴ καὶ ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει ὁμοίως, καὶ τὴν εὐλογίαν ἅμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς.
“正因如此,我才详细阐述了关于城邦的事业,这不仅是为了表明,我们与那些毫无这些优势的人相比,在这场斗争中所要承担的利害关系是完全不同的,同时也是为了用确凿的证据,来证实我此刻对逝者的赞美。
§2.42.2καὶ εἴρηται αὐτῆς τὰ μέγιστα·
城邦最伟大的地方已经阐明。
ἃ γὰρ τὴν πόλιν ὕμνησα, αἱ τῶνδε καὶ τῶν τοιῶνδε ἀρεταὶ ἐκόσμησαν, καὶ οὐκ ἂν πολλοῖς τῶν Ἑλλήνων ἰσόρροπος ὥσπερ τῶνδε ὁ λόγος τῶν ἔργων φανείη.
因为我所歌颂的城邦之美,正是由眼前这些烈士和像他们一样的人的德行所装点的;而在希腊人中,没有多少人的言词能像他们那样,与事实完全相称。
δοκεῖ δέ μοι δηλοῦν ἀνδρὸς ἀρετὴν πρώτη τε μηνύουσα καὶ τελευταία βεβαιοῦσα ἡ νῦν τῶνδε καταστροφή.
在我看来,这些烈士如今的结局表明了人的德行,这既是其最初的昭示,也是其最终的确认。
§2.42.3καὶ γὰρ τοῖς τἆλλα χείροσι δίκαιον τὴν ἐς τοὺς πολέμους ὑπὲρ τῆς πατρίδος ἀνδραγαθίαν προτίθεσθαι· ἀγαθῷ γὰρ κακὸν ἀφανίσαντες κοινῶς μᾶλλον ὠφέλησαν ἢ ἐκ τῶν ἰδίων ἔβλαψαν.
因为即使是那些在其他方面有所欠缺的人,理所当然也应该优先看重他们在为了祖国的战争中所展现出的英勇;因为他们用善消弭了恶,对共同体做出的贡献,远大于他们因私人生活而带来的危害。
§2.42.4τῶνδε δὲ οὔτε πλούτου τις τὴν ἔτι ἀπόλαυσιν προτιμήσας ἐμαλακίσθη οὔτε πενίας ἐλπίδι, ὡς κἂν ἔτι διαφυγὼν αὐτὴν πλουτήσειεν, ἀναβολὴν τοῦ δεινοῦ ἐποιήσατο·
在这些人中,没有一个人因为留恋富裕的享受而变得软弱,也没有一个人因为穷苦中抱持的希望——幻想着有朝一日能摆脱贫困并致富——而推延危险。
τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν μετ’ αὐτοῦ τοὺς μὲν τιμωρεῖσθαι, τῶν δὲ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι, καὶ ἐν αὐτῷ τῷ ἀμύνεσθαι καὶ παθεῖν μᾶλλον ἡγησάμενοι ἢ [τὸ] ἐνδόντες σῴζεσθαι, τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δ’ ἔργον τῷ σώματι ὑπέμειναν καὶ δι’ ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν.
相反,他们认为惩罚敌人比这些享受更为可贵,并同时认定这是所有危险中最壮丽的,因而他们甘愿在这一危险中,一方面惩罚敌人,另一方面追求那些希望。 他们把成功的未知数托付给希望,但在实际行动中,则决心在面对眼前已然可见的现实时信任自己。 他们认为,与其妥协偷生,宁可抵抗而死;他们逃避了言辞上的耻辱,用肉身承受了事实的考验,并且在命运极其短暂的瞬间,在荣耀的顶点而非恐惧的顶点,离开了人世。 ”