§2.41.1‘ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς Ἑλλάδος παίδευσιν εἶναι καὶ καθ’ ἕκαστον δοκεῖν ἄν μοι τὸν αὐτὸν ἄνδρα παρ’ ἡμῶν ἐπὶ πλεῖστ᾽ ἂν εἴδη καὶ μετὰ χαρίτων μάλιστ’ ἂν εὐτραπέλως τὸ σῶμα αὔταρκες παρέχεσθαι.
“总而言之,我认为我们整个城邦就是全希腊的学校;而在我们之中,每个个人在面对最多样化的活动时,似乎都能以最优雅、最灵活的方式,展现出自己自给自足的身体。
§2.41.2καὶ ὡς οὐ λόγων ἐν τῷ παρόντι κόμπος τάδε μᾶλλον ἢ ἔργων ἐστὶν ἀλήθεια, αὐτὴ ἡ δύναμις τῆς πόλεως, ἣν ἀπὸ τῶνδε τῶν τρόπων ἐκτησάμεθα, σημαίνει.
这绝非此时此刻言辞上的夸耀,而是事实的真理。 这一点,正由我们通过这些生活方式所获得的城邦自身的威力所证明。
§2.41.3μόνη γὰρ τῶν νῦν ἀκοῆς κρείσσων ἐς πεῖραν ἔρχεται, καὶ μόνη οὔτε τῷ πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει ὑφ’ οἵων κακοπαθεῖ οὔτε τῷ ὑπηκόῳ κατάμεμψιν ὡς οὐχ ὑπ’ ἀξίων ἄρχεται.
因为在当今的城邦中,只有我们在经受考验时超越了传闻;也只有我们,既不会让入侵的敌人因受制于怎样的对手而感到愤恨,也不会让顺从的属民因统治者不配统治他们而产生怨言。
§2.41.4μετὰ μεγάλων δὲ σημείων καὶ οὐ δή τοι ἀμάρτυρόν γε τὴν δύναμιν παρασχόμενοι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα θαυμασθησόμεθα, καὶ οὐδὲν προσδεόμενοι οὔτε Ὁμήρου ἐπαινέτου οὔτε ὅστις ἔπεσι μὲν τὸ αὐτίκα τέρψει, τῶν δ’ ἔργων τὴν ὑπόνοιαν ἡ ἀλήθεια βλάψει, ἀλλὰ πᾶσαν μὲν θάλασσαν καὶ γῆν ἐσβατὸν τῇ ἡμετέρᾳ τόλμῃ καταναγκάσαντες γενέσθαι, πανταχοῦ δὲ μνημεῖα κακῶν τε κἀγαθῶν ἀίδια ξυγκατοικίσαντες.
我们凭借伟大的证据展示了我们的力量,决非没有见证者,因此我们不仅会受到当代人的赞美,也会受到后代人的赞美。 我们根本不需要荷马的歌颂,也不需要任何用诗歌进行一时取悦、其对事迹的虚构却会被事实无情戳破的人。 相反,我们用我们的胆识强迫所有的海洋和陆地向我们敞开,并在各处共同建立起了关于祸与福的永久纪念碑。
§2.41.5περὶ τοιαύτης οὖν πόλεως οἵδε τε γενναίως δικαιοῦντες μὴ ἀφαιρεθῆναι αὐτὴν μαχόμενοι ἐτελεύτησαν, καὶ τῶν λειπομένων πάντα τινὰ εἰκὸς ἐθέλειν ὑπὲρ αὐτῆς κάμνειν.
因此,为了这样一个城邦,眼前的这些烈士慷慨就义,因为他们深信绝不能失去她;而我们这些幸存下来的每个人,理所当然也应该乐于为她尽心竭力。 ”