Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.3.1-2.3.4

普拉提亚人的反击准备与黎明突袭

第 149 段,共 917 段 · 希腊语

内容简介

普拉提亚人发现入侵的底比斯人人数有限后计划反击,他们挖通共用墙壁集结,并在黎明前发起突袭。

§2.3.1οἱ δὲ Πλαταιῆς ὡς ᾔσθοντο ἔνδον τε ὄντας τοὺς Θηβαίους καὶ ἐξαπιναίως κατειλημμένην τὴν πόλιν, καταδείσαντες καὶ νομίσαντες πολλῷ πλείους ἐσεληλυθέναι (οὐ γὰρ ἑώρων ἐν τῇ νυκτί) πρὸς ξύμβασιν ἐχώρησαν καὶ τοὺς λόγους δεξάμενοι ἡσύχαζον, ἄλλως τε καὶ ἐπειδὴ ἐς οὐδένα οὐδὲν ἐνεωτέριζον.
普拉提亚人察觉到底比斯人已经进城,而且城市突然被占领,他们感到十分惊恐,并以为侵入的敌人人数要多得多(因为在夜色中他们看不清),于是便着手进行和解;在接受了对方的条件后,他们保持了平静,尤其是因为底比斯人当时没有对任何人采取过激行为。
§2.3.2πράσσοντες δέ πως ταῦτα κατενόησαν οὐ πολλοὺς τοὺς Θηβαίους ὄντας καὶ ἐνόμισαν ἐπιθέμενοι ῥᾳδίως κρατήσειν· τῷ γὰρ πλήθει τῶν Πλαταιῶν οὐ βουλομένῳ ἦν τῶν Ἀθηναίων ἀφίστασθαι.
然而,在设法进行这些交涉的过程中,他们注意到底比斯人人数并不多,并认为如果发动袭击,很容易就能战胜他们;因为对于普拉提亚的广大市民来说,他们并不愿意背叛雅典人。
§2.3.3ἐδόκει οὖν ἐπιχειρητέα εἶναι, καὶ ξυνελέγοντο διορύσσοντες τοὺς κοινοὺς τοίχους παρ᾽ ἀλλήλους, ὅπως μὴ διὰ τῶν ὁδῶν φανεροὶ ὦσιν ἰόντες, ἁμάξας τε ἄνευ τῶν ὑποζυγίων ἐς τὰς ὁδοὺς καθίστασαν, ἵνα ἀντὶ τείχους ᾖ, καὶ τἆλλα ἐξήρτυον ᾗ ἕκαστον ἐφαίνετο πρὸς τὰ παρόντα ξύμφορον ἔσεσθαι.
因此,他们决定必须采取行动。 他们通过挖通彼此房屋之间的共用墙壁聚集在一起,以免在街道上行走时被发现;他们还把没有套上牲口的货车停放在街道上,以充当防壁,并根据当前的局势,将其他各项准备工作布置得妥妥当当。
§2.3.4ἐπεὶ δὲ ὡς ἐκ τῶν δυνατῶν ἑτοῖμα ἦν, φυλάξαντες ἔτι νύκτα καὶ αὐτὸ τὸ περίορθρον ἐχώρουν ἐκ τῶν οἰκιῶν ἐπ’ αὐτούς, ὅπως μὴ κατὰ φῶς θαρσαλεωτέροις οὖσι προσφέροιντο καὶ σφίσιν ἐκ τοῦ ἴσου γίγνωνται, ἀλλ’ ἐν νυκτὶ φοβερώτεροι ὄντες ἥσσους ὦσι τῆς σφετέρας ἐμπειρίας τῆς κατὰ τὴν πόλιν.
当一切在可能范围内准备就绪时,他们乘着夜色尚深、正值黎明前的时刻,从各家各户冲出来向他们(底比斯人)逼近,免得在白昼里和那些更加胆壮的敌人交战而处于均势,而是要让敌人在夜间更加恐惧,从而不敌他们对本城地形的熟悉。
προσέβαλόν τε εὐθὺς καὶ ἐς χεῖρας ᾖσαν κατὰ τάχος.
他们立刻发起了进攻,迅速展开了肉搏战。

词汇与语法注释

  1. 2.3.1ἐς οὐδένα οὐδὲν ἐνεωτέριζον — 动词 ἐνεωτέριζον(意为“采取过激行动、改变现状”)的主语在语境中是底比斯人(Θηβαῖοι)。这解释了为什么普拉提亚人保持平静,因为入侵者当时尚未对任何人采取暴力行为。
  2. 2.3.2τῷ γὰρ πλήθει τῶν Πλαταιῶν οὐ βουλομένῳ ἦν — 这是一种经典的句式,其中与格(τῷ πλήθει)与 βούλομαι 的分词(βουλομένῳ)以及系动词(ἦν)连用,表示意愿或偏好:“对普拉提亚的大多数市民而言,(背叛雅典人)并不是他们的意愿”。
  3. 2.3.3ἐπιχειρητέα εἶναι — 动形容词 ἐπιχειρητέος(意为“应当尝试”)的中性复数形式与 εἶναι 连用,作非人称表达,意为“看来必须进行尝试(攻击)”。
  4. 2.3.4ἥσσους ὦσι τῆς σφετέρας ἐμπειρίας — 比较级形容词 ἥσσους(意为“较弱、不及”)支配比较属格 τῆς σφετέρας ἐμπειρίας(意为“他们自己的经验”)。间接反身物主代词 σφετέρας 指向主句主语(普拉提亚人),意味着底比斯人由于不熟悉地形,在面对普拉提亚人对自己城市的熟悉程度时将处于劣势。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.3.1-2.3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.3.1-2.3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。