§2.2.1τέσσαρα μὲν γὰρ καὶ δέκα ἔτη ἐνέμειναν αἱ τριακοντούτεις σπονδαὶ αἳ ἐγένοντο μετ’ Εὐβοίας ἅλωσιν· τῷ δὲ πέμπτῳ καὶ δεκάτῳ ἔτει, ἐπὶ Χρυσίδος ἐν Ἄργει τότε πεντήκοντα δυοῖν δέοντα ἔτη ἱερωμένης καὶ Αἰνησίου ἐφόρου ἐν Σπάρτῃ καὶ Πυθοδώρου ἔτι δύο μῆνας ἄρχοντος Ἀθηναίοις, μετὰ τὴν ἐν Ποτειδαίᾳ μάχην μηνὶ ἕκτῳ καὶ ἅμα ἦρι ἀρχομένῳ Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων (ἡγοῦντο δὲ αὐτῶν βοιωταρχοῦντες Πυθάγγελός τε ὁ Φυλείδου καὶ Διέμπορος ὁ Ὀνητορίδου) ἐσῆλθον περὶ πρῶτον ὕπνον ξὺν ὅπλοις ἐς Πλάταιαν τῆς Βοιωτίας οὖσαν Ἀθηναίων ξυμμαχίδα.
因为在占领优波亚之后缔结的三十年和约维持了十四年;但在第十五年,当时克律西斯在阿耳戈斯已担任女祭司四十八年,埃涅西亚斯在斯巴达担任监察官,而皮托多罗斯在雅典担任执政官还剩两个月任期,在波提狄亚战役后的第六个月,正当春季开始时,三百多一点的底比斯人(由波奥塔克即菲莱德斯之子皮坦格罗斯和奥内托里德斯之子迪安波罗斯率领),在入夜后人们刚入睡时,携带武器进入了位于波奥提亚、作为雅典盟友的普拉提亚。
§2.2.2ἐπηγάγοντο δὲ καὶ ἀνέῳξαν τὰς πύλας Πλαταιῶν ἄνδρες, Ναυκλείδης τε καὶ οἱ μετ’ αὐτοῦ, βουλόμενοι ἰδίας ἕνεκα δυνάμεως ἄνδρας τε τῶν πολιτῶν τοὺς σφίσιν ὑπεναντίους διαφθεῖραι καὶ τὴν πόλιν Θηβαίοις προσποιῆσαι.
引进他们并打开普拉提亚城门的是普拉提亚人纳克莱德斯及其同党,他们为了个人权力的缘故,企图除掉那些与他们对立的公民,并将该城归顺于底比斯人。
§2.2.3ἔπραξαν δὲ ταῦτα δι’ Εὐρυμάχου τοῦ Λεοντιάδου, ἀνδρὸς Θηβαίων δυνατωτάτου.
他们是通过底比斯最有权势的人物、利昂提亚德斯之子欧律马科斯来进行此事的。
προϊδόντες γὰρ οἱ Θηβαῖοι ὅτι ἔσοιτο ὁ πόλεμος ἐβούλοντο τὴν Πλάταιαν αἰεὶ σφίσι διάφορον οὖσαν ἔτι ἐν εἰρήνῃ τε καὶ τοῦ πολέμου μήπω φανεροῦ καθεστῶτος προκαταλαβεῖν.
因为底比斯人预见到战争终将爆发,希望在和平依然存在且战争尚未公开显露之时,提前控制一直与他们不和的普拉提亚。
ᾗ καὶ ῥᾷον ἔλαθον ἐσελθόντες, φυλακῆς οὐ προκαθεστηκυίας.
由于没有预先部署守卫,他们也因此更加容易地悄然进入。
§2.2.4θέμενοι δὲ ἐς τὴν ἀγορὰν τὰ ὅπλα τοῖς μὲν ἐπαγαγομένοις οὐκ ἐπείθοντο ὥστε εὐθὺς ἔργου ἔχεσθαι καὶ ἰέναι ἐπὶ τὰς οἰκίας τῶν ἐχθρῶν, γνώμην δ’ ἐποιοῦντο κηρύγμασί τε χρήσασθαι ἐπιτηδείοις καὶ ἐς ξύμβασιν μᾶλλον καὶ φιλίαν τὴν πόλιν ἀγαγεῖν (καὶ ἀνεῖπεν ὁ κῆρυξ, εἴ τις βούλεται κατὰ τὰ πάτρια τῶν πάντων Βοιωτῶν ξυμμαχεῖν, τίθεσθαι παρ᾽ αὑτοὺς τὰ ὅπλα), νομίζοντες σφίσι ῥᾳδίως τούτῳ τῷ τρόπῳ προσχωρήσειν τὴν πόλιν.
他们在广场上放下武器宿营,却没有听从引路者的建议立即动手去搜查政敌的住宅,而是决定发出适当的宣告,力图引导该城走向妥协与友好(传令官宣告道:如果有人愿意按照全体波奥提亚人的传统习惯结盟,就到他们身边放下武器),他们认为通过这种方式该城会很容易地归顺于他们。