§2.22.1Περικλῆς δὲ ὁρῶν μὲν αὐτοὺς πρὸς τὸ παρὸν χαλεπαίνοντας καὶ οὐ τὰ ἄριστα φρονοῦντας, πιστεύων δὲ ὀρθῶς γιγνώσκειν περὶ τοῦ μὴ ἐπεξιέναι, ἐκκλησίαν τε οὐκ ἐποίει αὐτῶν οὐδὲ ξύλλογον οὐδένα, τοῦ μὴ ὀργῇ τι μᾶλλον ἢ γνώμῃ ξυνελθόντας ἐξαμαρτεῖν, τήν τε πόλιν ἐφύλασσε καὶ δι’ ἡσυχίας μάλιστα ὅσον ἐδύνατο εἶχεν.
伯里克利看到他们对眼前的局势感到愤怒,没有做出最明智的决定,但他确信自己在不出击这一问题上的判断是正确的,因此他既不召开公民大会,也不举行任何集会,以免他们聚集在一起,因愤怒而非理性而犯下错误;他保卫着城邦,并尽可能使其保持平静。
§2.22.2ἱππέας μέντοι ἐξέπεμπεν αἰεὶ τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας ἐς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν·
不过,他不断派遣骑兵,以免敌军的先遣队突袭靠近城市的田野并进行破坏。
καὶ ἱππομαχία τις ἐγένετο βραχεῖα ἐν Φρυγίοις τῶν τε Ἀθηναίων τέλει ἑνὶ τῶν ἱππέων καὶ Θεσσαλοῖς μετ’ αὐτῶν πρὸς τοὺς Βοιωτῶν ἱππέας, ἐν ᾗ οὐκ ἔλασσον ἔσχον οἱ Ἀθηναῖοι καὶ Θεσσαλοί, μέχρι οὗ προσβοηθησάντων τοῖς Βοιωτοῖς τῶν ὁπλιτῶν τροπὴ ἐγένετο αὐτῶν καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί·
在弗里吉伊发生了一场短暂的骑兵战,由雅典人的一支骑兵队以及与他们在一起的色萨利人,对抗波奥蒂亚人的骑兵;在这场战斗中,雅典人和色萨利人并没占下风,直到重装步兵前来援助波奥蒂亚人,他们才被击退,色萨利人和雅典人战死的人并不多。
ἀνείλοντο μέντοι αὐτοὺς αὐθημερὸν ἀσπόνδους.
然而,他们当天在没有达成休战协定的情况下收回了尸体。
§2.22.3καὶ οἱ Πελοποννήσιοι τροπαῖον τῇ ὑστεραίᾳ ἔστησαν.
伯罗奔尼撒人在第二天树立了战利品纪念碑。
ἡ δὲ βοήθεια αὕτη τῶν Θεσσαλῶν κατὰ τὸ παλαιὸν ξυμμαχικὸν ἐγένετο τοῖς Ἀθηναίοις, καὶ ἀφίκοντο παρ’ αὐτοὺς Λαρισαῖοι, Φαρσάλιοι, [Παράσιοι], Κραννώνιοι, Πυράσιοι, Γυρτώνιοι, Φεραῖοι.
色萨利人的这次援助是根据他们古老的同盟关系提供给雅典人的,来到他们那里的有拉里萨人、法萨洛斯人、[帕拉西人]、克兰农人、皮拉索斯人、吉尔顿人和费赖人。
ἡγοῦντο δὲ αὐτῶν ἐκ μὲν Λαρίσης Πολυμήδης καὶ Ἀριστόνους, ἀπὸ τῆς στάσεως ἑκάτερος, ἐκ δὲ Φαρσάλου Μένων· ἦσαν δὲ καὶ τῶν ἄλλων κατὰ πόλεις ἄρχοντες.
他们的领袖中,来自拉里萨的是聚米德斯和阿里斯托努斯,各代表其党派,来自法萨洛斯的是美浓;其他各城市的队伍也各有其指挥官。