§2.21.1Ἀθηναῖοι δὲ μέχρι μὲν οὗ περὶ Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον ὁ στρατὸς ἦν, καί τινα ἐλπίδα εἶχον ἐς τὸ ἐγγυτέρω αὐτοὺς μὴ προϊέναι, μεμνημένοι καὶ Πλειστοάνακτα τὸν Παυσανίου Λακεδαιμονίων βασιλέα, ὅτε ἐσβαλὼν τῆς Ἀττικῆς ἐς Ἐλευσῖνα καὶ Θριῶζε στρατῷ Πελοποννησίων πρὸ τοῦδε τοῦ πολέμου τέσσαρσι καὶ δέκα ἔτεσιν ἀνεχώρησε πάλιν ἐς τὸ πλέον οὐκέτι προελθών (δι’ ὃ δὴ καὶ ἡ φυγὴ αὐτῷ ἐγένετο ἐκ Σπάρτης δόξαντι χρήμασι πεισθῆναι [τὴν ἀναχώρησιν])·
雅典人只要当军队还在埃莱夫西斯和特里亚平原附近时,就还抱有一种希望,认为他们不会再逼近了,因为他们也还记得帕萨尼亚斯之子、拉刻代蒙人的国王普雷斯托阿纳克斯,他在这场战争的十四年前,率领伯罗奔尼撒人的军队入侵阿提卡的埃莱夫西斯和特里亚时,没有再向前推进就撤退了(正是因为这一点,他被认为是在撤退上[撤退]被金钱收买,从而导致了他从斯巴达流亡)。
§2.21.2ἐπειδὴ δὲ περὶ Ἀχαρνὰς εἶδον τὸν στρατὸν ἑξήκοντα σταδίους τῆς πόλεως ἀπέχοντα, οὐκέτι ἀνασχετὸν ἐποιοῦντο, ἀλλ’ αὐτοῖς, ὡς εἰκός, γῆς τεμνομένης ἐν τῷ ἐμφανεῖ, ὃ οὔπω ἑοράκεσαν οἵ γε νεώτεροι, οὐδ’ οἱ πρεσβύτεροι πλὴν τὰ Μηδικά, δεινὸν ἐφαίνετο καὶ ἐδόκει τοῖς τε ἄλλοις καὶ μάλιστα τῇ νεότητι ἐπεξιέναι καὶ μὴ περιορᾶν.
但是,当他们看到军队在距离城邦六十斯塔迪亚的阿哈尔奈附近时,他们便再也无法容忍了;而在他们看来,自然而然地,在土地被公然蹂躏的情况下——这是年轻一代从未见过的,甚至年长一代除了在希波战争中也未曾见过——这显得是一件可怕的事,其他人和特别是年轻人都认为应当出击,而不应坐视不管。
§2.21.3κατὰ ξυστάσεις τε γιγνόμενοι ἐν πολλῇ ἔριδι ἦσαν, οἱ μὲν κελεύοντες ἐπεξιέναι, οἱ δέ τινες οὐκ ἐῶντες.
他们结成党羽,处于极大的争论之中,有的人催促出击,有的人则加以阻拦。
χρησμολόγοι τε ᾖδον χρησμοὺς παντοίους, ὧν ἀκροᾶσθαι ὡς ἕκαστος ὥρμητο.
神谕预言者也吟诵着各种各样的神谕,每个人都急于倾听自己所向往的那些神谕。
οἵ τε Ἀχαρνῆς οἰόμενοι παρὰ σφίσιν αὐτοῖς οὐκ ἐλαχίστην μοῖραν εἶναι Ἀθηναίων, ὡς αὐτῶν ἡ γῆ ἐτέμνετο, ἐνῆγον τὴν ἔξοδον μάλιστα.
而阿哈尔奈人认为他们在雅典人中占有不小的份额,当他们自己的土地被蹂躏时,他们最强烈地促请出兵。
παντί τε τρόπῳ ἀνηρέθιστο ἡ πόλις, καὶ τὸν Περικλέα ἐν ὀργῇ εἶχον, καὶ ὧν παρῄνεσε πρότερον ἐμέμνηντο οὐδέν, ἀλλ᾽ ἐκάκιζον ὅτι στρατηγὸς ὢν οὐκ ἐπεξάγοι, αἴτιόν τε σφίσιν ἐνόμιζον πάντων ὧν ἔπασχον.
城邦以各种方式被彻底激怒了,他们对伯里克利怀着愤怒,完全不记得他以前所劝告的事情,反而责骂他身为将军却不带兵出击,并认为他是他们所遭受的一切痛苦的根源。