§2.23.1οἱ δὲ Πελοποννήσιοι, ἐπειδὴ οὐκ ἐπεξῇσαν αὐτοῖς οἱ Ἀθηναῖοι ἐς μάχην, ἄραντες ἐκ τῶν Ἀχαρνῶν ἐδῄουν τῶν δήμων τινὰς ἄλλους τῶν μεταξὺ Πάρνηθος καὶ Βριλησσοῦ ὄρους.
伯罗奔尼撒人见雅典人不出战迎击,便从阿哈尔奈拔营,蹂躏了位于帕尔内斯山与布里列索斯山之间的其他几个德谟。
§2.23.2ὄντων δὲ αὐτῶν ἐν τῇ γῇ οἱ Ἀθηναῖοι ἀπέστειλαν τὰς ἑκατὸν ναῦς περὶ Πελοπόννησον ἅσπερ παρεσκευάζοντο καὶ χιλίους ὁπλίτας ἐπ’ αὐτῶν καὶ τοξότας τετρακοσίους· ἐστρατήγει δὲ Καρκίνος τε ὁ Ξενοτίμου καὶ Πρωτέας ὁ Ἐπικλέους καὶ Σωκράτης ὁ Ἀντιγένους.
当他们还在该地时,雅典人派遣了他们一直在准备的、环绕伯罗奔尼撒航行的一百艘船只,船上搭载了一千名重装步兵和四百名弓兵;指挥官是克塞诺提穆斯之子卡尔基努斯、埃皮克莱斯之子普罗特阿斯以及安提格涅斯之子苏格拉底。
§2.23.3καὶ οἱ μὲν ἄραντες τῇ παρασκευῇ ταύτῃ περιέπλεον, οἱ δὲ Πελοποννήσιοι χρόνον ἐμμείναντες ἐν τῇ Ἀττικῇ ὅσου εἶχον τὰ ἐπιτήδεια ἀνεχώρησαν διὰ Βοιωτῶν, οὐχ ᾗπερ ἐσέβαλον·
于是,前者带着这些装备启航并巡航;而伯罗奔尼撒人在阿提卡停留到粮食耗尽为止后,便经由波奥蒂亚撤退,走的不是他们入侵时的路线。
παριόντες δὲ Ὠρωπὸν τὴν γῆν τὴν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδῄωσαν.
在经过奥罗普斯时,他们蹂躏了被称为格赖凯的土地,该地由雅典的臣属奥罗普斯人所居住。
ἀφικόμενοι δὲ ἐς Πελοπόννησον διελύθησαν κατὰ πόλεις ἕκαστοι.
他们回到伯罗奔尼撒后,便各自散回本城邦。