Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.100.1-2.100.5

色雷斯军队的推进与马其顿骑兵的抵抗

第 246 段,共 917 段 · 希腊语

内容简介

马其顿人在强大的色雷斯军队面前被迫暂时撤退,但叙事指出后来的阿克劳斯国王极大地加强了该国的防御和军事。随后描写了色雷斯军的推进以及马其顿骑兵虽人数居劣势但英勇的反击。

§2.100.1καὶ οἱ μὲν Μακεδόνες οὗτοι ἐπιόντος πολλοῦ στρατοῦ ἀδύνατοι ὄντες ἀμύνεσθαι ἔς τε τὰ καρτερὰ καὶ τὰ τείχη, ὅσα ἦν ἐν τῇ χώρᾳ, ἐσεκομίσθησαν.
面对大军的入侵,这些马其顿人无法进行防守,于是退避到国内所有的堡垒和城防之中。
§2.100.2ἦν δὲ οὐ πολλά, ἀλλὰ ὕστερον Ἀρχέλαος ὁ Περδίκκου υἱὸς βασιλεὺς γενόμενος τὰ νῦν ὄντα ἐν τῇ χώρᾳ ᾠκοδόμησε καὶ ὁδοὺς εὐθείας ἔτεμε καὶ τἆλλα διεκόσμησε τά [τε] κατὰ τὸν πόλεμον ἵπποις καὶ ὅπλοις καὶ τῇ ἄλλῃ παρασκευῇ κρείσσονι ἢ ξύμπαντες οἱ ἄλλοι βασιλῆς ὀκτὼ οἱ πρὸ αὐτοῦ γενόμενοι.
这些防御设施原本并不多,但后来,佩尔迪卡斯之子阿克劳斯继承王位后,建造了现今国内存在的这些设施,开辟了笔直的道路,并在战马、武器及其他军备等战争体制方面进行了整顿,其成效超越了在他之前的全部八位国王的总和。
§2.100.3ὁ δὲ στρατὸς τῶν Θρᾳκῶν ἐκ τῆς Δοβήρου ἐσέβαλε πρῶτον μὲν ἐς τὴν Φιλίππου πρότερον οὖσαν ἀρχήν, καὶ εἷλεν Εἰδομενὴν μὲν κατὰ κράτος, Γορτυνίαν δὲ καὶ Ἀταλάντην καὶ ἄλλα ἄττα χωρία ὁμολογίᾳ διὰ τὴν Ἀμύντου φιλίαν προσχωροῦντα τοῦ Φιλίππου υἱέος παρόντος·
色雷斯人的军队从多贝鲁斯入侵,首先攻入先前属于腓力统治的领地,用武力攻陷了伊多梅内;而戈尔图尼亚、阿塔兰特及其他一些地方,因腓力之子阿敏塔斯在场,出于与他的友好关系,通过协议向色雷斯人归顺。
Εὐρωπὸν δὲ ἐπολιόρκησαν μέν, ἑλεῖν δὲ οὐκ ἐδύναντο.
他们包围了欧罗波斯,但未能攻克。
§2.100.4ἔπειτα δὲ καὶ ἐς τὴν ἄλλην Μακεδονίαν προυχώρει τὴν ἐν ἀριστερᾷ Πέλλης καὶ Κύρρου.
此后,他们还向佩拉和基鲁斯左侧的马其顿其他地区推进。
ἔσω δὲ τούτων ἐς τὴν Βοττιαίαν καὶ Πιερίαν οὐκ ἀφίκοντο,ἀλλὰ τήν τε Μυγδονίαν καὶ Κρηστωνίαν καὶ Ἀνθεμοῦντα ἐδῄουν.
但他们没有深入到这些地方以外的波提亚和皮埃里亚,而是蹂躏了米格多尼亚、克雷斯托尼亚和安特穆斯。
§2.100.5οἱ δὲ Μακεδόνες πεζῷ μὲν οὐδὲ διενοοῦντο ἀμύνεσθαι, ἵππους δὲ προσμεταπεμψάμενοι ἀπὸ τῶν ἄνω ξυμμάχων, ὅπῃ δοκοίη, ὀλίγοι πρὸς πολλοὺς ἐσέβαλλον ἐς τὸ στράτευμα τῶν Θρᾳκῶν.
马其顿人根本没想过用步兵进行防守,但他们从高地的盟友那里调集了额外的骑兵,一有机会便以少御多地向色雷斯军队发起冲锋。
καὶ ᾗ μὲν προσπέσοιεν, οὐδεὶς ὑπέμενεν ἄνδρας ἱππέας τε ἀγαθοὺς καὶ τεθωρακισμένους, ὑπὸ δὲ πλήθους περικλῃόμενοι αὑτοὺς πολλαπλασίῳ τῷ ὁμίλῳ ἐς κίνδυνον καθίστασαν, ὥστε τέλος ἡσυχίαν ἦγον, οὐ νομίζοντες ἱκανοὶ εἶναι πρὸς τὸ πλέον κινδυνεύειν.
在他们发起冲锋的地方,无人能抵挡这些装备精良、身着铠甲的优秀骑兵;然而,由于被人数多出数倍的敌军包围,他们陷入了危险之中,因此最终他们停止了活动,认为自己不足以冒更大的风险。

词汇与语法注释

  1. §2.100.2ἦν δὲ οὐ πολλά — 动词 ἦν 为单数第三人称,与其前句的中性复数主语 τὰ καρτερὰ καὶ τὰ τείχη(要塞与城墙)相一致。这是古典希腊语中常见的一致关系,被称为“雅典式一致”(Schema Atticum)。
  2. §2.100.2κρείσσονι ἢ ξύμπαντες οἱ ἄλλοι βασιλῆς ὀκτὼ οἱ πρὸ αὐτοῦ γενόμενοι — 比较缩略(brachylogy of comparison)的例子。在逻辑上,阿克劳斯的“军备”(τῇ ἄλλῃ παρασκευῇ,与格)应该与“先代国王们的军备”进行比较,但在语法上,与格比较级 κρείσσονι 之后直接通过连词 ἢ 接了主格的“所有其他国王”(ξύμπαντες οἱ 抓 ἄλλοι βασιλῆς...)。
  3. §2.100.5ὅπῃ δοκοίη — 由关系副词 ὅπῃ 引导的希求语气(δοκοίη)是过去重复性动作的表示,即“每当/在任何被认为合适的地方(或时候)”。后文 ᾗ μὲν προσπέσοιεν,(每当他们发起冲锋时)中的希求语气也属于同样的用法。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.100.1-2.100.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.100.1-2.100.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。