Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.99.1-2.99.6

马其顿王国的地理构成与疆域扩张史

第 245 段,共 917 段 · 希腊语

内容简介

西塔尔克斯的军队在多贝鲁斯集结准备入侵,作者在此概述了佩尔迪卡斯所统治的下马其顿的地理与历史背景,阐明了其来自阿耳戈斯的先祖如何通过征服周边部落建立马其顿王国。

§2.99.1ξυνηθροίζοντο οὖν ἐν τῇ Δοβήρῳ καὶ παρεσκευάζοντο, ὅπως κατὰ κορυφὴν ἐσβαλοῦσιν ἐς τὴν κάτω Μακεδονίαν, ἧς ὁ Περδίκκας ἦρχεν.
于是,他们在多贝鲁斯集结,并作准备,以便从高地入侵佩尔迪卡斯所统治的下马其顿。
§2.99.2τῶν γὰρ Μακεδόνων εἰσὶ καὶ Λυγκησταὶ καὶ Ἐλιμιῶται καὶ ἄλλα ἔθνη ἐπάνωθεν, ἃ ξύμμαχα μέν ἐστι τούτοις καὶ ὑπήκοα, βασιλείας δ’ ἔχει καθ’ αὑτά.
因为在马其顿人中,还包括林克斯泰人、埃利米奥泰人以及其他高地部落,这些部落虽然与他们结盟并臣服于他们,但各自拥有独立的王国。
§2.99.3τὴν δὲ παρὰ θάλασσαν νῦν Μακεδονίαν Ἀλέξανδρος ὁ Περδίκκου πατὴρ καὶ οἱ πρόγονοι αὐτοῦ, Τημενίδαι τὸ ἀρχαῖον ὄντες ἐξ Ἄργους, πρῶτοι ἐκτήσαντο καὶ ἐβασίλευσαν ἀναστήσαντες μάχῃ ἐκ μὲν Πιερίας Πίερας, οἳ ὕστερον ὑπὸ τὸ Πάγγαιον πέραν Στρυμόνος ᾤκησαν Φάγρητα καὶ ἄλλα χωρία (καὶ ἔτι καὶ νῦν Πιερικὸς κόλπος καλεῖται ἡ ὑπὸ τῷ Παγγαίῳ πρὸς θάλασσαν γῆ), ἐκ δὲ τῆς Βοττίας καλουμένης Βοττιαίους, οἳ νῦν ὅμοροι Χαλκιδέων οἰκοῦσιν·
至于如今沿海的马其顿,最初是由佩尔迪卡斯的父亲亚历山大及其祖先(他们原本是来自阿耳戈斯的泰美诺斯家族)通过战斗驱逐了当地居民后夺取并统治的。
§2.99.4τῆς δὲ Παιονίας παρὰ τὸν Ἀξιὸν ποταμὸν στενήν τινα καθήκουσαν ἄνωθεν μέχρι Πέλλης καὶ θαλάσσης ἐκτήσαντο, καὶ πέραν Ἀξιοῦ μέχρι Στρυμόνος τὴν Μυγδονίαν καλουμένην Ἠδῶνας ἐξελάσαντες νέμονται.
他们从皮埃里亚驱逐了皮埃里亚人(这些人后来居住在斯特里蒙河彼岸、潘盖翁山麓的法格雷斯及其他地方;直到今天,潘盖翁山下临海的土地仍被称为皮埃里亚湾),并从被称为波提亚的地方驱逐了波提亚人(他们现在与卡尔基迪基人相邻而居);他们还夺取了派奥尼亚境内沿阿克西奥斯河、从上游一直延伸到佩拉和海边的一条狭长地带;并且在阿克西奥斯河彼岸直至斯特里蒙河之间,驱逐了埃多内斯人,占领了被称为米格多尼亚的地区。
§2.99.5ἀνέστησαν δὲ καὶ ἐκ τῆς νῦν Ἐορδίας καλουμένης Ἐορδούς, ὧν οἱ μὲν πολλοὶ ἐφθάρησαν, βραχὺ δέ τι αὐτῶν περὶ Φύσκαν κατῴκηται, καὶ ἐξ Ἀλμωπίας Ἄλμωπας.
他们还从如今被称为埃奥尔迪亚的地方驱逐了埃奥尔迪人(其中大部分人死亡,极少一部分定居在菲斯卡周围),并从阿尔莫皮亚驱逐了阿尔莫皮亚人。
§2.99.6ἐκράτησαν δὲ καὶ τῶν ἄλλων ἐθνῶν οἱ Μακεδόνες οὗτοι, ἃ καὶ νῦν ἔτι ἔχουσι, τόν τε Ἀνθεμοῦντα καὶ Κρηστωνίαν καὶ Βισαλτίαν καὶ Μακεδόνων αὐτῶν πολλήν.
这些马其顿人还征服了其他部落,直到今天仍占领着这些地方:安特穆斯、克雷斯托尼亚、比萨尔提亚以及马其顿人本身的很大一部分土地。
τὸ δὲ ξύμπαν Μακεδονία καλεῖται, καὶ Περδίκκας Ἀλεξάνδρου βασιλεὺς αὐτῶν ἦν ὅτε Σιτάλκης ἐπῄει.
这整个地区被称为马其顿,当西塔尔克斯入侵时,亚历山大之子佩尔迪卡斯是他们的国王。

词汇与语法注释

  1. 2.99.1ὅπως κατὰ κορυφὴν ἐσβαλοῦσιν — 连词 ὅπως 后接将来直说语气第三人称复数形式 ἐσβαλοῦσιν。在此处,它并非引导间接疑问句,而是作为目的或企图的副词从句,补充说明动词 παρεσκευάζοντο(“他们正准备”)的内容。使用将来直说语气强调了行动实现的强烈意图或确定性。
  2. 2.99.2τῶν γὰρ Μακεδόνων — 部分属格。表示部分与整体的关系,意为“在马其顿人之中(也包括林克斯泰人等)”。它限定了谓语部分 εἰσὶ καὶ Λυγκησταὶ...(“林克斯泰人等也存在”)的范围。
  3. 2.99.3τὴν δὲ παρὰ θάλασσαν νῦν Μακεδονίαν Ἀλέξανδρος... πρῶτοι ἐκτήσαντο — 长而复杂的句子结构。句首的宾格短语 τὴν δὲ παρὰ θάλασσαν νῦν Μακεδονίαν 被前置,作为主动词 ἐκτήσαντο καὶ ἐβασίλευσαν 的宾语(倒装/句法强调)。主语 Ἀλέξανδρος... καὶ οἱ πρόγονοι αὐτοῦ 出现在中间,动词和形容词采用复数形式(πρῶτοι... ἐκτήσαντο)以与复数主语一致。分词 ἀναστήσαντες(“驱逐了”)修饰这一夺取过程,其宾语并列了 Πίερας 和 Βοττιαίους,各自后接冗长的地理和历史解释性插叙。
  4. 2.99.4τῆς δὲ Παιονίας ... στενήν τινα — 部分属格 τῆς Παιονίας 修饰表示夺取土地的宾格短语 στενήν τινα(“某条狭长地带”,此处省略了 γῆν),意为“派奥尼亚境内的某条狭长部分”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.99.1-2.99.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.99.1-2.99.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。