§2.100.1καὶ οἱ μὲν Μακεδόνες οὗτοι ἐπιόντος πολλοῦ στρατοῦ ἀδύνατοι ὄντες ἀμύνεσθαι ἔς τε τὰ καρτερὰ καὶ τὰ τείχη, ὅσα ἦν ἐν τῇ χώρᾳ, ἐσεκομίσθησαν.
And these Macedonians, being unable to defend themselves against the invasion of so large an army, withdrew into the strongholds and fortresses, as many as there were in the country.
§2.100.2ἦν δὲ οὐ πολλά, ἀλλὰ ὕστερον Ἀρχέλαος ὁ Περδίκκου υἱὸς βασιλεὺς γενόμενος τὰ νῦν ὄντα ἐν τῇ χώρᾳ ᾠκοδόμησε καὶ ὁδοὺς εὐθείας ἔτεμε καὶ τἆλλα διεκόσμησε τά [τε] κατὰ τὸν πόλεμον ἵπποις καὶ ὅπλοις καὶ τῇ ἄλλῃ παρασκευῇ κρείσσονι ἢ ξύμπαντες οἱ ἄλλοι βασιλῆς ὀκτὼ οἱ πρὸ αὐτοῦ γενόμενοι.
Now these were not many; but afterwards Archelaus, the son of Perdiccas, when he became king, built those which are now in the country, cut straight roads, and organized the other matters relating to war with horses, arms, and other equipment in a manner superior to all the other eight kings who had been before him.
§2.100.3ὁ δὲ στρατὸς τῶν Θρᾳκῶν ἐκ τῆς Δοβήρου ἐσέβαλε πρῶτον μὲν ἐς τὴν Φιλίππου πρότερον οὖσαν ἀρχήν, καὶ εἷλεν Εἰδομενὴν μὲν κατὰ κράτος, Γορτυνίαν δὲ καὶ Ἀταλάντην καὶ ἄλλα ἄττα χωρία ὁμολογίᾳ διὰ τὴν Ἀμύντου φιλίαν προσχωροῦντα τοῦ Φιλίππου υἱέος παρόντος· Εὐρωπὸν δὲ ἐπολιόρκησαν μέν, ἑλεῖν δὲ οὐκ ἐδύναντο.
The army of the Thracians, invading from Doberus, entered first into what had formerly been the principality of Philip, and took Idomene by force, while Gortynia, Atalante, and some other places surrendered by agreement because of their friendship with Amyntas, the son of Philip, who was present; they besieged Europus, but were unable to take it.
§2.100.4ἔπειτα δὲ καὶ ἐς τὴν ἄλλην Μακεδονίαν προυχώρει τὴν ἐν ἀριστερᾷ Πέλλης καὶ Κύρρου.
Afterwards, they also advanced into the rest of Macedonia, that which lay on the left of Pella and Cyrrhus.
ἔσω δὲ τούτων ἐς τὴν Βοττιαίαν καὶ Πιερίαν οὐκ ἀφίκοντο,ἀλλὰ τήν τε Μυγδονίαν καὶ Κρηστωνίαν καὶ Ἀνθεμοῦντα ἐδῄουν.
They did not penetrate beyond these into Bottiaea and Pieria, but laid waste Mygdonia, Crestonia, and Anthemus.
§2.100.5οἱ δὲ Μακεδόνες πεζῷ μὲν οὐδὲ διενοοῦντο ἀμύνεσθαι, ἵππους δὲ προσμεταπεμψάμενοι ἀπὸ τῶν ἄνω ξυμμάχων, ὅπῃ δοκοίη, ὀλίγοι πρὸς πολλοὺς ἐσέβαλλον ἐς τὸ στράτευμα τῶν Θρᾳκῶν.
The Macedonians did not even think of defending themselves with infantry, but having sent for additional cavalry from their allies in the upper country, they made charges, whenever opportunity offered, few against many, into the army of the Thracians.
καὶ ᾗ μὲν προσπέσοιεν, οὐδεὶς ὑπέμενεν ἄνδρας ἱππέας τε ἀγαθοὺς καὶ τεθωρακισμένους, ὑπὸ δὲ πλήθους περικλῃόμενοι αὑτοὺς πολλαπλασίῳ τῷ ὁμίλῳ ἐς κίνδυνον καθίστασαν, ὥστε τέλος ἡσυχίαν ἦγον, οὐ νομίζοντες ἱκανοὶ εἶναι πρὸς τὸ πλέον κινδυνεύειν.
And wherever they made a charge, no one could withstand men who were excellent horsemen and wore breastplates; but being hemmed in by the multitude, because the crowd was many times larger than themselves, they put themselves in danger, so that in the end they remained quiet, not thinking themselves sufficient to run further risks.