Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.101.1-2.101.6

西塔尔克斯撤军与色雷斯远征结束

第 247 段,共 917 段 · 希腊语

内容简介

由于雅典舰队未至以及冬季严寒,西塔尔克斯的远征陷入困境。最终他听从了被佩尔迪卡斯收买的外甥塞乌塞斯的劝说,率军匆忙撤退,从而结束了这次远征。

§2.101.1ὁ δὲ Σιτάλκης πρός τε τὸν Περδίκκαν λόγους ἐποιεῖτο ὧν ἕνεκα ἐστράτευσε, καὶ ἐπειδὴ οἱ Ἀθηναῖοι οὐ παρῆσαν ταῖς ναυσίν, ἀπιστοῦντες αὐτὸν μὴ ἥξειν, δῶρα δὲ καὶ πρέσβεις ἔπεμψαν αὐτῷ, ἔς τε τοὺς Χαλκιδέας καὶ Βοττιαίους μέρος τι τοῦ στρατοῦ πέμπει, καὶ τειχήρεις ποιήσας ἐδῄου τὴν γῆν.
西塔尔克斯一方面就自己出征的原因与佩尔迪卡斯进行交涉;另一方面,由于雅典人怀疑他不会到来而没有率领舰队前来,反而向他送来了礼物和使节,于是他向卡尔基迪亚人和波提亚人派遣了一部分军队,将他们围困在城墙内并蹂躏他们的土地。
§2.101.2καθημένου δ’ αὐτοῦ περὶ τοὺς χώρους τούτους οἱ πρὸς νότον οἰκοῦντες Θεσσαλοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι ὑπήκοοι Θεσσαλῶν καὶ οἱ μέχρι Θερμοπυλῶν Ἕλληνες ἐφοβήθησαν μὴ καὶ ἐπὶ σφᾶς ὁ στρατὸς χωρήσῃ, καὶ ἐν παρασκευῇ ἦσαν.
当他滞留在这些地区时,居住在南方的塞萨利亚人、马格内斯人以及塞萨利亚人的其他臣属,乃至直到德摩比利为止的希腊人,都害怕这支军队也会向他们逼近,因而处于戒备状态。
§2.101.3ἐφοβήθησαν δὲ καὶ οἱ πέραν Στρυμόνος πρὸς βορέαν Θρᾷκες, ὅσοι πεδία εἶχον, Παναῖοι καὶ Ὀδόμαντοι καὶ Δρῶοι καὶ Δερσαῖοι· αὐτόνομοι δ’ εἰσὶ πάντες.
此外,斯特里蒙河以北、占有平原的色雷斯人也感到恐惧,即帕奈人、奥多曼蒂人、德罗伊人和德尔赛人;他们全都是独立的。
§2.101.4παρέσχε δὲ λόγον καὶ ἐπὶ τοὺς τῶν Ἀθηναίων πολεμίους Ἕλληνας, μὴ ὑπ’ αὐτῶν ἀγόμενοι κατὰ τὸ ξυμμαχικὸν καὶ ἐπὶ σφᾶς χωρήσωσιν.
这件事也在身为雅典人敌人的希腊人中引起了传言与恐慌,他们担心色雷斯人会在雅典人的引导下,根据盟约也向他们发起进攻。
§2.101.5ὁ δὲ τήν τε Χαλκιδικὴν καὶ Βοττικὴν καὶ Μακεδονίαν ἅμα ἐπέχων ἔφθειρε, καὶ ἐπειδὴ αὐτῷ οὐδὲν ἐπράσσετο ὧν ἕνεκα ἐσέβαλε καὶ ἡ στρατιὰ σῖτόν τε οὐκ εἶχεν αὐτῷ καὶ ὑπὸ χειμῶνος ἐταλαιπώρει, ἀναπείθεται ὑπὸ Σεύθου τοῦ Σπαραδόκου, ἀδελφιδοῦ ὄντος καὶ μέγιστον μεθ’ ἑαυτὸν δυναμένου, ὥστ’ ἐν τάχει ἀπελθεῖν.
与此同时,西塔尔克斯占领并蹂躏着卡尔基迪克、波提卡和马其顿。 但由于他入侵的任何目的都未能达成,且军队缺乏粮食,又遭受着冬季严寒的折磨,因此他被斯帕拉多科斯之子塞乌塞斯说服迅速撤军;塞乌塞斯是他的外甥,也是地位仅次于他的最有权势的人。
τὸν δὲ Σεύθην κρύφα Περδίκκας ὑποσχόμενος ἀδελφὴν ἑαυτοῦ δώσειν καὶ χρήματα ἐπ’ αὐτῇ προσποιεῖται.
事实上,佩尔迪卡斯先前已秘密向塞乌塞斯许诺,将自己的姐妹嫁给他,并附带一笔资金,从而拉拢了塞乌塞斯。
§2.101.6καὶ ὁ μὲν πεισθεὶς καὶ μείνας τριάκοντα τὰς πάσας ἡμέρας, τούτων δὲ ὀκτὼ ἐν Χαλκιδεῦσιν, ἀνεχώρησε τῷ στρατῷ κατὰ τάχος ἐπ’ οἴκου·
于是西塔尔克斯听从了劝说,在总共停留了三十天(其中有八天是在卡尔基迪亚人的土地上)之后,便率领军队急忙返回家园。
Περδίκκας δὲ ὕστερον Στρατονίκην τὴν ἑαυτοῦ ἀδελφὴν δίδωσι Σεύθῃ, ὥσπερ ὑπέσχετο.
后来,佩尔迪卡斯兑现承诺,将自己的姐妹斯特拉托妮克嫁给塞乌塞斯。
τὰ μὲν οὖν κατὰ τὴν Σιτάλκου στρατείαν οὕτως ἐγένετο.
西塔尔克斯的远征就这样结束了。

词汇与语法注释

  1. §2.101.1ἀπιστοῦντες αὐτὸν μὴ ἥξειν — 伴随否定或不信意义的动词分词 ἀπιστοῦντες 之后,接带有赘余否定词 μὴ 的不定式短语 αὐτὸν μὴ ἥξειν,整体意为“怀疑他不会到来”。
  2. §2.101.1τειχήρεις ποιήσας — 形容词 τειχήρεις(被围困在城墙内的)与分词 ποιήσας 结合,作宾语补足语,表示使役或结果,意为“将他们围困在城墙内”。
  3. §2.101.4μὴ ὑπ’ αὐτῶν ἀγόμενοι κατὰ τὸ ξυμμαχικὸν καὶ ἐπὶ σφᾶς χωρήσωσιν — 引导解释名词 λόγον(担忧、疑虑)具体内容的 μὴ 从句(带虚拟式 χωρήσωσιν)。ὑπ’ αὐτῶν 指雅典人,修饰被动分词 ἀγόμενοι。
  4. §2.101.5τὸν δὲ Σεύθην κρύφα Περδίκκας ὑποσχόμενος ἀδελφὴν ἑαυτοῦ δώσειν καὶ χρήματα ἐπ’ αὐτῇ προσποιεῖται — 此句采用了倒装结构(hyperbaton),直接宾语 τὸν δὲ Σεύθην 被置于句首,主语 Περδίκκας 与主动词 προσποιεῖται(拉拢)之间插入了长分词短语 ὑποσχόμενος...。介词短语 ἐπ’ αὐτῇ 意为“在妥协她之外”,即作为嫁妆。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.101.1-2.101.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.101.1-2.101.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。