Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.99.1-1.99.3

同盟各邦叛离的原因与雅典霸权的强化

第 99 段,共 917 段 · 希腊语

内容简介

作者解释了盟国叛乱的原因,以及盟国选择缴纳贡金代替提供船只如何导致雅典海军实力的增强和盟国自身军事力量的削弱。

§1.99.1αἰτίαι δὲ ἄλλαι τε ἦσαν τῶν ἀποστάσεων καὶ μέγισται αἱ τῶν φόρων καὶ νεῶν ἔκδειαι καὶ λιποστράτιον εἴ τῳ ἐγένετο·
叛乱的原因还有其他许多,但最大的是贡金和船只的拖欠,以及如果有人发生的话,逃避兵役。
οἱ γὰρ Ἀθηναῖοι ἀκριβῶς ἔπρασσον καὶ λυπηροὶ ἦσαν οὐκ εἰωθόσιν οὐδὲ βουλομένοις ταλαιπωρεῖν προσάγοντες τὰς ἀνάγκας.
因为雅典人严格征收这些,并且对于既不习惯也不愿意承受劳苦的人们施加强制,从而变得令人难以忍受。
§1.99.2ἦσαν δέ πως καὶ ἄλλως οἱ Ἀθηναῖοι οὐκέτι ὁμοίως ἐν ἡδονῇ ἄρχοντες, καὶ οὔτε ξυνεστράτευον ἀπὸ τοῦ ἴσου ῥᾴδιόν τε προσάγεσθαι ἦν αὐτοῖς τοὺς ἀφισταμένους.
在其他方面,雅典人也不再像以前那样以令人愉快的方式进行统治,他们既不以平等的地位共同出征,而对他们来说,将叛乱者重新征服也是容易的。
§1.99.3ὧν αὐτοὶ αἴτιοι ἐγένοντο οἱ ξύμμαχοι·
关于这一点,盟友们自己成了原因。
διὰ γὰρ τὴν ἀπόκνησιν ταύτην τῶν στρατειῶν οἱ πλείους αὐτῶν, ἵνα μὴ ἀπ’ οἴκου ὦσι, χρήματα ἐτάξαντο ἀντὶ τῶν νεῶν τὸ ἱκνούμενον ἀνάλωμα φέρειν, καὶ τοῖς μὲν Ἀθηναίοις ηὔξετο τὸ ναυτικὸν ἀπὸ τῆς δαπάνης ἣν ἐκεῖνοι ξυμφέροιεν, αὐτοὶ δέ, ὁπότε ἀποσταῖεν, ἀπαράσκευοι καὶ ἄπειροι ἐς τὸν πόλεμον καθίσταντο.
因为由于这种对出征的畏缩,他们中的大多数人为了不离开家园,便自行约定缴纳相应的费用来代替提供船只。 结果,雅典人的海军因盟友们所分担的开支而壮大,而盟友们自己每当叛乱时,却是在毫无准备且毫无经验的情况下投入战争。

词汇与语法注释

  1. 1.99.1λιποστράτιον εἴ τῳ ἐγένετο — 意为“如果有人发生的话,逃避兵役”。条件从句 `εἴ τῳ ἐγένετο` 修饰前方的名词 `λιποστράτιον`(逃避兵役),起到同位语般的作用,限定其具体发生的情况。
  2. 1.99.2ἐν ἡδονῇ ἄρχοντες — 意为“以令人愉快(对被统治者而言)的方式统治”。主格分词 `ἄρχοντες` 与不完全动词 `ἦσαν` 构成迂言表示法,叙述其统治的状态。
  3. 1.99.3ὧν — 连接性关系代词(中性复数属格)。其先行词并非单一单词,而是指前章及前节中所述的“盟国相继被奴役,雅典人的统治变得强权且容易控制的整个状况”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.99.1-1.99.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.99.1-1.99.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。