§1.100.1ἐγένετο δὲ μετὰ ταῦτα καὶ ἡ ἐπ’ Εὐρυμέδοντι ποταμῷ ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφότερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ εἷλον τριήρεις Φοινίκων καὶ διέφθειραν τὰς πάσας ἐς διακοσίας.
此后,还发生了雅典人及其盟友在潘菲利亚的欧里梅敦河畔与美地亚人进行的陆战和海战。 在米尔提亚德之子客蒙担任将军的指挥下,雅典人在同一天赢得了这两场战役,并俘获和摧毁了腓尼基人的三段铎船,总共达两百艘。
§1.100.2χρόνῳ δὲ ὕστερον ξυνέβη Θασίους αὐτῶν ἀποστῆναι, διενεχθέντας περὶ τῶν ἐν τῇ ἀντιπέρας Θρᾴκῃ ἐμπορίων καὶ τοῦ μετάλλου ἃ ἐνέμοντο.
过了一些时候,由于对对岸色雷斯的交易场所和他们所经营的矿山发生争执,萨索斯人从他们那里叛变了。
καὶ ναυσὶ μὲν ἐπὶ Θάσον πλεύσαντες οἱ Ἀθηναῖοι ναυμαχίᾳ ἐκράτησαν καὶ ἐς τὴν γῆν ἀπέβησαν, §1.100.3ἐπὶ δὲ Στρυμόνα πέμψαντες μυρίους οἰκήτορας αὑτῶν καὶ τῶν ξυμμάχων ὑπὸ τοὺς αὐτοὺς χρόνους ὡς οἰκιοῦντες τὰς τότε καλουμένας Ἐννέα ὁδούς, νῦν δὲ Ἀμφίπολιν, τῶν μὲν Ἐννέα ὁδῶν αὐτοὶ ἐκράτησαν, ἃς εἶχον Ἠδωνοί, προελθόντες δὲ τῆς Θρᾴκης ἐς μεσόγειαν διεφθάρησαν ἐν Δραβησκῷ τῇ Ἠδωνικῇ ὑπὸ τῶν Θρᾳκῶν ξυμπάντων, οἷς πολέμιον ἦν τὸ χωρίον [αἱ Ἐννέα ὁδοὶ] κτιζόμενον.
雅典人乘船驶向萨索斯,在海战中获胜并登陆其土地;大约在同一时间,他们派遣了一万名自己和盟友的殖民者前往斯特里蒙河,目的是为了拓殖当时被称为“九路”(现名安菲波利斯)的地方,他们虽然控制了原由埃多尼亚人占领的“九路”,但在进一步深入色雷斯内地时,他们在埃多尼亚的德拉贝斯科斯被全体色雷斯人消灭,因为对所有的色雷斯人而言,在这个地方[九路]建立殖民地是一件具有敌意的事。