§1.78.1‘βουλεύεσθε οὖν βραδέως ὡς οὐ περὶ βραχέων, καὶ μὴ ἀλλοτρίαις γνώμαις καὶ ἐγκλήμασι πεισθέντες οἰκεῖον πόνον πρόσθησθε.
“因此,请你们慎重考虑,因为这并非儿戏,不要因听信他人的意见和怨言而自寻烦恼。
τοῦ δὲ πολέμου τὸν παράλογον, ὅσος ἐστί, πρὶν ἐν αὐτῷ γενέσθαι προδιάγνωτε·
在卷入战争之前,请先认清战争有多么大的不可预测性。
§1.78.2μηκυνόμενος γὰρ φιλεῖ ἐς τύχας τὰ πολλὰ περιίστασθαι, ὧν ἴσον τε ἀπέχομεν καὶ ὁποτέρως ἔσται ἐν ἀδήλῳ κινδυνεύεται.
因为战争一旦延长,往往会转向偶然的变故,我们双方对此同样无法把握,而且无论局势如何发展,都是在未知中冒险。
§1.78.3ἰόντες τε οἱ ἄνθρωποι ἐς τοὺς πολέμους τῶν ἔργων πρότερον ἔχονται, ἃ χρῆν ὕστερον δρᾶν, κακοπαθοῦντες δὲ ἤδη τῶν λόγων ἅπτονται.
人们在投入战争时,往往先诉诸行动,而这本该是后来才做的事;及至陷入困境,才开始进行谈判。
§1.78.4ἡμεῖς δὲ ἐν οὐδεμιᾷ πω τοιαύτῃ ἁμαρτίᾳ ὄντες οὔτ’ αὐτοὶ οὔθ’ ὑμᾶς ὁρῶντες λέγομεν ὑμῖν, ἕως ἔτι αὐθαίρετος ἀμφοτέροις ἡ εὐβουλία, σπονδὰς μὴ λύειν μηδὲ παραβαίνειν τοὺς ὅρκους, τὰ δὲ διάφορα δίκῃ λύεσθαι κατὰ τὴν ξυνθήκην.
而我们双方目前都尚未犯下此类错误,我们也未见你们陷入其中。 因此,在双方仍可自由选择明智之策时,我们对你们说:不要撕毁和约,也不要违背誓言,而应当按照协定,通过法律解决争端。
εἰ δὲ μή, θεοὺς τοὺς ὁρκίους μάρτυρας ποιούμενοι πειρασόμεθα ἀμύνεσθαι πολέμου ἄρχοντας ταύτῃ ᾗ ἂν ὑφηγῆσθε.
否则,我们将以誓言之神为证,在你们挑起战争时,以你们所引领的任何方式,尽力进行自卫。
’
”