§1.77.1‘καὶ ἐλασσούμενοι γὰρ ἐν ταῖς ξυμβολαίαις πρὸς τοὺς ξυμμάχους δίκαις καὶ παρ’ ἡμῖν αὐτοῖς ἐν τοῖς ὁμοίοις νόμοις ποιήσαντες τὰς κρίσεις φιλοδικεῖν δοκοῦμεν.
“因为即使我们在与盟友的条约诉讼中甘愿吃亏,并且在我们这里依据平等的法律进行审判,我们却仍被视为好诉讼者。
§1.77.2καὶ οὐδεὶς σκοπεῖ αὐτῶν τοῖς καὶ ἄλλοθί που ἀρχὴν ἔχουσι καὶ ἧσσον ἡμῶν πρὸς τοὺς ὑπηκόους μετρίοις οὖσι διότι τοῦτο οὐκ ὀνειδίζεται· βιάζεσθαι γὰρ οἷς ἂν ἐξῇ, δικάζεσθαι οὐδὲν προσδέονται.
他们的没有人会去想,为什么那些在别处拥有统治权、对待臣民远不如我们宽厚的人却没有因此受到谴责;因为凡是可以诉诸武力的人,根本不需要进行诉讼。
§1.77.3οἱ δὲ εἰθισμένοι πρὸς ἡμᾶς ἀπὸ τοῦ ἴσου ὁμιλεῖν, ἤν τι παρὰ τὸ μὴ οἴεσθαι χρῆναι ἢ γνώμῃ ἢ δυνάμει τῇ διὰ τὴν ἀρχὴν καὶ ὁπωσοῦν ἐλασσωθῶσιν, οὐ τοῦ πλέονος μὴ στερισκόμενοι χάριν ἔχουσιν, ἀλλὰ τοῦ ἐνδεοῦς χαλεπώτερον φέρουσιν ἢ εἰ ἀπὸ πρώτης ἀποθέμενοι τὸν νόμον φανερῶς ἐπλεονεκτοῦμεν.
然而,那些习惯于同我们平等交往的人,如果由于判决或因统治而来的权力,在任何方面受到哪怕一点点他们认为不应受到的损失,他们不会因为没有被剥夺大部分利益而心怀感激,反而对失去的那一小部分感到更加难以释怀,甚至超过了如果我们从一开始就废除法律而公开侵夺他们利益的情况。
ἐκείνως δὲ οὐδ’ ἂν αὐτοὶ ἀντέλεγον ὡς οὐ χρεὼν τὸν ἥσσω τῷ κρατοῦντι ὑποχωρεῖν.
若在那种情况下,连他们自己也无法反驳说弱者不应当向强者屈服。
§1.77.4ἀδικούμενοί τε, ὡς ἔοικεν, οἱ ἄνθρωποι μᾶλλον ὀργίζονται ἢ βιαζόμενοι· τὸ μὲν γὰρ ἀπὸ τοῦ ἴσου δοκεῖ πλεονεκτεῖσθαι, τὸ δ’ ἀπὸ τοῦ κρείσσονος καταναγκάζεσθαι.
看来,人们遭受不公正对待时比受到暴力胁迫时更容易发怒;因为前者显得是被对等者侵夺,而后者则被视为受强者所强迫。
§1.77.5ὑπὸ γοῦν τοῦ Μήδου δεινότερα τούτων πάσχοντες ἠνείχοντο, ἡ δὲ ἡμετέρα ἀρχὴ χαλεπὴ δοκεῖ εἶναι, εἰκότως·
至少,他们曾遭受过波斯人比这更残酷的对待却容忍了,而我们的统治却被认为是严酷的。
τὸ παρὸν γὰρ αἰεὶ βαρὺ τοῖς ὑπηκόοις.
这很自然,因为对臣民来说,眼前的统治总是沉重的。
§1.77.6ὑμεῖς γ’ ἂν οὖν εἰ καθελόντες ἡμᾶς ἄρξαιτε, τάχα ἂν τὴν εὔνοιαν ἣν διὰ τὸ ἡμέτερον δέος εἰλήφατε μεταβάλοιτε, εἴπερ οἷα καὶ τότε πρὸς τὸν Μῆδον δι’ ὀλίγου ἡγησάμενοι ὑπεδείξατε, ὁμοῖα καὶ νῦν γνώσεσθε.
那么,如果你们推翻我们并建立统治,如果你们现在表现出的行径与当初在对抗波斯人期间短暂领导时所展示的一一样,你们可能很快就会失去因对我们的恐惧而获得的好感。
ἄμεικτα γὰρ τά τε καθ’ ὑμᾶς αὐτοὺς νόμιμα τοῖς ἄλλοις ἔχετε καὶ προσέτι εἷς ἕκαστος ἐξιὼν οὔτε τούτοις χρῆται οὔθ’ οἷς ἡ ἄλλη Ἑλλὰς νομίζει.
因为你们自己国内的规章与他人是不相容的,而且,你们的每一个人只要走出国门,既不遵守你们自己的规章,也不遵守其余希腊世界所公认的习惯。 ”