§1.69.1καὶ τῶνδε ὑμεῖς αἴτιοι, τό τε πρῶτον ἐάσαντες αὐτοὺς τὴν πόλιν μετὰ τὰ Μηδικὰ κρατῦναι καὶ ὕστερον τὰ μακρὰ στῆσαι τείχη,ἐς τόδε τε αἰεὶ ἀποστεροῦντες οὐ μόνον τοὺς ὑπ’ ἐκείνων δεδουλωμένους ἐλευθερίας, ἀλλὰ καὶ τοὺς ὑμετέρους ἤδη ξυμμάχους·
而你们对此负有责任,因为你们最初在波斯战争后允许他们加强其城市防卫,后来又允许他们筑起长墙,并且直到今天,你们不仅在剥夺那些被他们奴役之人的自由,甚至也在剥夺你们自己盟友的自由。
οὐ γὰρ ὁ δουλωσάμενος, ἀλλ’ ὁ δυνάμενος μὲν παῦσαι περιορῶν δὲ ἀληθέστερον αὐτὸ δρᾷ, εἴπερ καὶ τὴν ἀξίωσιν τῆς ἀρετῆς ὡς ἐλευθερῶν τὴν Ἑλλάδα φέρεται.
因为,真正进行奴役的,并非那个实施奴役的人,而是那个有能力阻止却袖手旁观的人,尤其是当他作为希腊的解放者而享有着美德的声誉时。
§1.69.2μόλις δὲ νῦν γε ξυνήλθομεν καὶ οὐδὲ νῦν ἐπὶ φανεροῖς.
我们现在终于艰难地聚在一起,但即使是现在,也还没有明确的目的。
χρῆν γὰρ οὐκ εἰ ἀδικούμεθα ἔτι σκοπεῖν, ἀλλὰ καθ’ ὅτι ἀμυνούμεθα·
因为我们不应该再考虑我们是否仍在遭受不义,而应该考虑我们该如何防卫。
οἱ γὰρ δρῶντες βεβουλευμένοι πρὸς οὐ διεγνωκότας ἤδη καὶ οὐ μέλλοντες ἐπέρχονται.
因为那些行动的人,已经做好了决定,毫不犹豫地向那些尚未做出决定的人发起进攻。
§1.69.3καὶ ἐπιστάμεθα οἵᾳ ὁδῷ οἱ Ἀθηναῖοι καὶ ὅτι κατ’ ὀλίγον χωροῦσιν ἐπὶ τοὺς πέλας.
而且我们知道雅典人是以何种途径,并且如何逐步地向邻国推进。
καὶ λανθάνειν μὲν οἰόμενοι διὰ τὸ ἀναίσθητον ὑμῶν ἧσσον θαρσοῦσι, γνόντες δὲ εἰδότας περιορᾶν ἰσχυρῶς ἐγκείσονται.
当他们以为由于你们的无知觉而未被察觉时,他们尚且不那么大胆;但一旦得知你们虽知情却袖手旁观,他们就会猛烈地压过来。
§1.69.4ἡσυχάζετε γάρ, μόνοι Ἑλλήνων, ὦ Λακεδαιμόνιοι, οὐ τῇ δυνάμει τινά, ἀλλὰ τῇ μελλήσει ἀμυνόμενοι, καὶ μόνοι οὐκ ἀρχομένην τὴν αὔξησιν τῶν ἐχθρῶν διπλασιουμένην δὲ καταλύοντες.
拉刻代蒙人啊,你们在保持静默,在希腊人中,只有你们不是用力量而是用拖延来防备敌人,也只有你们不是在敌人的扩张开始时,而是在其倍增时才去打破它。
§1.69.5καίτοι ἐλέγεσθε ἀσφαλεῖς εἶναι, ὧν ἄρα ὁ λόγος τοῦ ἔργου ἐκράτει.
然而,你们曾被称为是可靠的,但看来你们的名声实际上超过了你们的行动。
τόν τε γὰρ Μῆδον αὐτοὶ ἴσμεν ἐκ περάτων γῆς πρότερον ἐπὶ τὴν Πελοπόννησον ἐλθόντα ἢ τὰ παρ’ ὑμῶν ἀξίως προαπαντῆσαι, καὶ νῦν τοὺς Ἀθηναίους οὐχ ἑκάς, ὥσπερ ἐκεῖνον, ἀλλ’ ἐγγὺς ὄντας περιορᾶτε, καὶ ἀντὶ τοῦ ἐπελθεῖν αὐτοὶ ἀμύνεσθαι βούλεσθε μᾶλλον ἐπιόντας, καὶ ἐς τύχας πρὸς πολλῷ δυνατωτέρους ἀγωνιζόμενοι καταστῆναι, ἐπιστάμενοι καὶ τὸν βάρβαρον αὐτὸν περὶ αὑτῷ τὰ πλείω σφαλέντα, καὶ πρὸς αὐτοὺς τοὺς Ἀθηναίους πολλὰ ἡμᾶς ἤδη τοῖς ἁμαρτήμασιν αὐτῶν μᾶλλον ἢ τῇ ἀφ’ ὑμῶν τιμωρίᾳ περιγεγενημένους, ἐπεὶ αἵ γε ὑμέτεραι ἐλπίδες ἤδη τινάς που καὶ ἀπαρασκεύους διὰ τὸ πιστεῦσαι ἔφθειραν.
因为我们自己知道,那个波斯人在你们以相称的方式迎击之前,就已经从大地的尽头来到了伯罗奔尼撒;而现在,你们却对并不像他那样遥远、而是近在咫尺的雅典人袖手旁观,你们宁愿在他们进攻时进行防守,而不愿自己主动进攻,宁愿在与强大得多的对手交战中陷入战争的未知命运——尽管你们明知那个野蛮人自己多半是因为自己的错误而失败,而面对这些雅典人本身,我们迄今为止也多次是凭借他们的错误、而非凭借你们的援助才得以幸存和胜出的。 因为对你们的期望,已经让一些人由于信任你们而在毫无准备中灭亡了。
§1.69.6καὶ μηδεὶς ὑμῶν ἐπ’ ἔχθρᾳ τὸ πλέον ἢ αἰτίᾳ νομίσῃ τάδε λέγεσθαι·
请你们中不要有人认为这些话是出于敌意、而非出于指责而说的。
αἰτία μὲν γὰρ φίλων ἀνδρῶν ἐστὶν ἁμαρτανόντων, κατηγορία δὲ ἐχθρῶν ἀδικησάντων.
因为指责是针对犯了错误的友人,而控诉则是针对行了不义的敌人。