§1.68.1‘τὸ πιστὸν ὑμᾶς, ὦ Λακεδαιμόνιοι, τῆς καθ’ ὑμᾶς αὐτοὺς πολιτείας καὶ ὁμιλίας ἀπιστοτέρους ἐς τοὺς ἄλλους ἤν τι λέγωμεν καθίστησιν·
“拉刻代蒙人啊,你们自身体制和日常交往中的诚信,在别人提出指控时,使你们对他人更加不信任。
καὶ ἀπ᾽ αὐτοῦ σωφροσύνην μὲν ἔχετε, ἀμαθίᾳ δὲ πλέονι πρὸς τὰ ἔξω πράγματα χρῆσθε.
因此你们虽然拥有温和,但在外交事务上却表现出更大的无知。
§1.68.2πολλάκις γὰρ προαγορευόντων ἡμῶν ἃ ἐμέλλομεν ὑπὸ Ἀθηναίων βλάπτεσθαι, οὐ περὶ ὧν ἐδιδάσκομεν ἑκάστοτε τὴν μάθησιν ἐποιεῖσθε, ἀλλὰ τῶν λεγόντων μᾶλλον ὑπενοεῖτε ὡς ἕνεκα τῶν αὑτοῖς ἰδίᾳ διαφόρων λέγουσιν·
因为,尽管我们多次预先警告你们我们将受到雅典人的何种伤害,你们每次都不去了解我们所说明的事情,反而怀疑发言者是为了他们自己的私人恩怨才这么说的。
καὶ δι’ αὐτὸ οὐ πρὶν πάσχειν, ἀλλ’ ἐπειδὴ ἐν τῷ ἔργῳ ἐσμέν, τοὺς ξυμμάχους τούσδε παρεκαλέσατε, ἐν οἷς προσήκει ἡμᾶς οὐχ ἥκιστα εἰπεῖν, ὅσῳ καὶ μέγιστα ἐγκλήματα ἔχομεν ὑπὸ μὲν Ἀθηναίων ὑβριζόμενοι, ὑπὸ δὲ ὑμῶν ἀμελούμενοι.
正因如此,你们不是在遭受侵害之前,而是在我们已经身处事态之中时,才召集了这些盟国。 在他们之中,由我们来发言是最为合适的,因为我们承受着最大的控诉——既受到雅典人的侮辱,又受到你们的忽视。
§1.68.3‘καὶ εἰ μὲν ἀφανεῖς που ὄντες ἠδίκουν τὴν Ἑλλάδα, διδασκαλίας ἂν ὡς οὐκ εἰδόσι προσέδει·
“如果他们是在某些不显眼的地方对希腊施加不义,那么对对此一无所知的你们,就还需要进行说明;但现在,又何需冗长解释?
νῦν δὲ τί δεῖ μακρηγορεῖν, ὧν τοὺς μὲν δεδουλωμένους ὁρᾶτε, τοῖς δὲ ἐπιβουλεύοντας αὐτούς, καὶ οὐχ ἥκιστα τοῖς ἡμετέροις ξυμμάχοις, καὶ ἐκ πολλοῦ προπαρεσκευασμένους, εἴ ποτε ἄρα πολεμήσονται;
你们亲眼看到他们已奴役了某些人,并且正在对其他人——尤其是我们的盟国——图谋不轨,并且早就做好了准备,以防万一要进行战争。
§1.68.4οὐ γὰρ ἂν Κέρκυράν τε ὑπολαβόντες βίᾳ ἡμῶν εἶχον καὶ Ποτείδαιαν ἐπολιόρκουν, ὧν τὸ μὲν ἐπικαιρότατον χωρίον πρὸς τὰ ἐπὶ Θρᾴκης ἀποχρῆσθαι, ἡ δὲ ναυτικὸν ἂν μέγιστον παρέσχε Πελοποννησίοις.
否则,他们就不会违背我们的意愿夺取并占领科尔库拉,也不会围攻波提狄亚;在这些地方中,后者是利用色雷斯沿岸事务最有利的地点,而前者本可为伯罗奔尼撒人提供最大规模的舰队。 ”