§1.70.1‘καὶ ἅμα, εἴπερ τινὲς καὶ ἄλλοι, ἄξιοι νομίζομεν εἶναι τοῖς πέλας ψόγον ἐπενεγκεῖν, ἄλλως τε καὶ μεγάλων τῶν διαφερόντων καθεστώτων, περὶ ὧν οὐκ αἰσθάνεσθαι ἡμῖν γε δοκεῖτε, οὐδ’ ἐκλογίσασθαι πώποτε πρὸς οἵους ὑμῖν Ἀθηναίους ὄντας καὶ ὅσον ὑμῶν καὶ ὡς πᾶν διαφέροντας ὁ ἀγὼν ἔσται.
“同时,如果说还有其他任何人有此资格,我们认为自己也最配对邻邦提出指责,特别是在面临重大重大利害分歧的当下,而对于这些,在我们看来你们似乎不仅毫无察觉,也从未深思熟虑过:你们将要与之交战的雅典人究竟是怎样的人,他们与你们有着多么巨大的、乃至是全盘的差异。
§1.70.2οἱ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ἃ ἂν γνῶσιν· ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σῴζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τἀναγκαῖα ἐξικέσθαι.
因为他们是变革者,既敏于构想,又敏于将所决定的付诸行动;而你们则只想守住既有的东西,毫无新的见解,在行动中甚至连必不可少的事情也无法达成。
§1.70.3αὖθις δὲ οἱ μὲν καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι τῶν τε δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι.
再者,他们敢于超出自身力量去冒险,敢于超出自身判断去迎难,在危难中亦满怀希望;而你们的作风则是,行动时达不到自身的力量,连确凿疑问的判断也不敢相信,并认为自己永远无法从危难中解脱出来。
§1.70.4καὶ μὴν καὶ ἄοκνοι πρὸς ὑμᾶς μελλητὰς καὶ ἀποδημηταὶ πρὸς ἐνδημοτάτους·
而且,相对于拖延的你们,他们毫不犹豫;相对于最留守家园的你们,他们最乐于远行。
οἴονται γὰρ οἱ μὲν τῇ ἀπουσίᾳ ἄν τι κτᾶσθαι, ὑμεῖς δὲ τῷ ἐπελθεῖν καὶ τὰ ἑτοῖμα ἂν βλάψαι.
因为他们认为,通过远行可以获得某种东西;而你们则认为,通过出击甚至可能会损害已有的既得利益。
§1.70.5κρατοῦντές τε τῶν ἐχθρῶν ἐπὶ πλεῖστον ἐξέρχονται καὶ νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσιν.
在战胜敌人时,他们会推进得最远;而在战败时,他们退缩得最少。
§1.70.6ἔτι δὲ τοῖς μὲν σώμασιν ἀλλοτριωτάτοις ὑπὲρ τῆς πόλεως χρῶνται, τῇ δὲ γνώμῃ οἰκειοτάτῃ ἐς τὸ πράσσειν τι ὑπὲρ αὐτῆς.
此外,他们将自己的身体视作最外在之物,为城邦而奉献;却将自己的心智视作最切己之物,为城邦建立功业。
§1.70.7καὶ ἃ μὲν ἂν ἐπινοήσαντες μὴ ἐπεξέλθωσιν, οἰκείων στέρεσθαι ἡγοῦνται, ἃ δ’ ἂν ἐπελθόντες κτήσωνται, ὀλίγα πρὸς τὰ μέλλοντα τυχεῖν πράξαντες.
凡是他们构想了却未付诸实行的,他们便以为是失去了自己的财产;而凡是他们出击并获取的,在他们看来与未来的成就相比都微不足道。
ἢν δ’ ἄρα του καὶ πείρᾳ σφαλῶσιν, ἀντελπίσαντες ἄλλα ἐπλήρωσαν τὴν χρείαν·
若是他们在某次尝试中失败了,他们会通过对其他事物的希望来填补这一缺憾。
μόνοι γὰρ ἔχουσί τε ὁμοίως καὶ ἐλπίζουσιν ἃ ἂν ἐπινοήσωσι διὰ τὸ ταχεῖαν τὴν ἐπιχείρησιν ποιεῖσθαι ὧν ἂν γνῶσιν.
因为唯独他们,既能同样地拥有、又能同样地期盼他们所构想的事物,这是由于他们对自己决意要做的事,付诸行动极为迅速。
§1.70.8καὶ ταῦτα μετὰ πόνων πάντα καὶ κινδύνων δι’ ὅλου τοῦ αἰῶνος μοχθοῦσι, καὶ ἀπολαύουσιν ἐλάχιστα τῶν ὑπαρχόντων διὰ τὸ αἰεὶ κτᾶσθαι καὶ μήτε ἑορτὴν ἄλλο τι ἡγεῖσθαι ἢ τὸ τὰ δέοντα πρᾶξαι ξυμφοράν τε οὐχ ἧσσον ἡσυχίαν ἀπράγμονα ἢ ἀσχολίαν ἐπίπονον·
他们就这样在一生中伴随着劳苦与危险而终日忙碌,由于一直在获取,对既有财富的享受最少,并且除了履行职责之外不把任何别的事情当作节日,视无所事事之闲暇为不亚于辛劳忙碌的灾难。
§1.70.9ὥστε εἴ τις αὐτοὺς ξυνελὼν φαίη πεφυκέναι ἐπὶ τῷ μήτε αὐτοὺς ἔχειν ἡσυχίαν μήτε τοὺς ἄλλους ἀνθρώπους ἐᾶν, ὀρθῶς ἂν εἴποι.
因此,如果有人将他们概括起来,说他们天生既不能让自己安宁,也不能让别人安宁,那将是非常正确的评价。 ”