§1.40.1‘ὡς μὲν οὖν αὐτοί τε μετὰ προσηκόντων ἐγκλημάτων ἐρχόμεθα καὶ οἵδε βίαιοι καὶ πλεονέκται εἰσὶ δεδήλωται· ὡς δὲ οὐκ ἂν δικαίως αὐτοὺς δέχοισθε μαθεῖν χρή.
“因此,我们自身带着正当的申诉前来,而这些人既强暴又贪婪,这一点已经阐明;但是,你们不能正当地接纳他们,这一点你们必须了解。
§1.40.2εἰ γὰρ εἴρηται ἐν ταῖς σπονδαῖς ἐξεῖναι παρ’ ὁποτέρους τις βούλεται τῶν ἀγράφων πόλεων ἐλθεῖν, οὐ τοῖς ἐπὶ βλάβῃ ἑτέρων ἰοῦσιν ἡ ξυνθήκη ἐστίν, ἀλλ’ ὅστις μὴ ἄλλου ἑαυτὸν ἀποστερῶν ἀσφαλείας δεῖται καὶ ὅστις μὴ τοῖς δεξαμένοις, εἰ σωφρονοῦσι, πόλεμον ἀντ’ εἰρήνης ποιήσει·
因为,即便条约中规定,任何未签约的城邦可以去往它所希望的任何一方,但该协定并不是为了那些为了损害他人而前去的人设立的,而是为了那些在不使自己脱离他人的情况下需要安全的人,以及那些(如果接纳他们的人明智的话)不会给接纳者带来战争而非和平的人。
ὃ νῦν ὑμεῖς μὴ πειθόμενοι ἡμῖν πάθοιτε ἄν.
而这正是如果你们现在不听从我们的劝告,就可能会遭受的后果。
§1.40.3οὐ γὰρ τοῖσδε μόνον ἐπίκουροι ἂν γένοισθε, ἀλλὰ καὶ ἡμῖν ἀντὶ ἐνσπόνδων πολέμιοι· ἀνάγκη γάρ, εἰ ἴτε μετ’ αὐτῶν, καὶ ἀμύνεσθαι μὴ ἄνευ ὑμῶν τούτους.
因为你们不仅会成为这些人的帮手,而且还会成为我们的敌人,而不是盟友;因为,如果你们与他们同行,我们在抵御他们时,就势必不能不连同你们一起抵御。
§1.40.4καίτοι δίκαιοί γ’ ἐστὲ μάλιστα μὲν ἐκποδὼν στῆναι ἀμφοτέροις, εἰ δὲ μή, τοὐναντίον ἐπὶ τούτους μεθ’ ἡμῶν ἰέναι (Κορινθίοις μέν γε ἔνσπονδοί ἐστε, Κερκυραίοις δὲ οὐδὲ δι’ ἀνοκωχῆς πώποτ’ ἐγένεσθε), καὶ τὸν νόμον μὴ καθιστάναι ὥστε τοὺς ἑτέρων ἀφισταμένους δέχεσθαι.
然而,最合乎正道的是,你们最好对双方都置身事外;如果不然,相反地,应当与我们一起去对付这些人(因为你们与科林斯人确有条约,但与科克拉人甚至从未有过休战协定),并且不要确立接纳从他人那里叛离者的先例。
§1.40.5οὐδὲ γὰρ ἡμεῖς Σαμίων ἀποστάντων ψῆφον προσεθέμεθα ἐναντίαν ὑμῖν, τῶν ἄλλων Πελοποννησίων δίχα ἐψηφισμένων εἰ χρὴ αὐτοῖς ἀμύνειν, φανερῶς δὲ ἀντείπομεν τοὺς προσήκοντας ξυμμάχους αὐτόν τινα κολάζειν.
因为当萨摩斯人叛离时,我们也没有投下反对你们的票,尽管当时其他伯罗奔尼撒人在是否应该援助他们的问题上投票意见分歧;相反,我们公开表示反对,声称每个人都应该自己惩罚自己的盟友。
§1.40.6εἰ γὰρ τοὺς κακόν τι δρῶντας δεχόμενοι τιμωρήσετε, φανεῖται καὶ ἃ τῶν ὑμετέρων οὐκ ἐλάσσω ἡμῖν πρόσεισι, καὶ τὸν νόμον ἐφ’ ὑμῖν αὐτοῖς μᾶλλον ἢ ἐφ’ ἡμῖν θήσετε.
因为如果你们接纳并保护那些作恶的人,显而易见,你们自己的属国中也会有同样多的人归顺我们,而你们所确立的这条规则,对你们自己造成的危害将甚于对我们。 ”