§1.41.1‘δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν ἱκανὰ κατὰ τοὺς Ἑλλήνων νόμους, παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε, ἣν οὐκ ἐχθροὶ ὄντες ὥστε βλάπτειν οὐδ’ αὖ φίλοι ὥστ’ ἐπιχρῆσθαι, ἀντιδοθῆναι ἡμῖν ἐν τῷ παρόντι φαμὲν χρῆναι.
“因此,根据希腊人的法律,我们对你们拥有足够正当的权利主张;同时,我们也有如下的劝告和对恩惠的要求。 我们既非要加害于你们的仇敌,亦非能经常往来的密友,我们认为,在目前情况下,这一恩惠应该作为回报给予我们。
§1.41.2νεῶν γὰρ μακρῶν σπανίσαντές ποτε πρὸς τὸν Αἰγινητῶν ὑπὲρ τὰ Μηδικὰ πόλεμον παρὰ Κορινθίων εἴκοσι ναῦς ἐλάβετε·
因为在以前,在波斯战争之前,为了对付埃吉纳人的战争,你们在缺少战船时,曾从科林斯人那里得到了二十艘船。
καὶ ἡ εὐεργεσία αὕτη τε καὶ ἡ ἐς Σαμίους, τὸ δι’ ἡμᾶς Πελοποννησίους αὐτοῖς μὴ βοηθῆσαι, παρέσχεν ὑμῖν Αἰγινητῶν μὲν ἐπικράτησιν, Σαμίων δὲ κόλασιν, καὶ ἐν καιροῖς τοιούτοις ἐγένετο οἷς μάλιστα ἄνθρωποι ἐπ’ ἐχθροὺς τοὺς σφετέρους ἰόντες τῶν ἁπάντων ἀπερίοπτοί εἰσι παρὰ τὸ νικᾶν·
这一恩惠以及对萨摩斯人的恩惠——即由于我们,伯罗奔尼撒人才没有援助他们——使你们得以征服埃吉纳人并惩罚萨摩斯人。 而且,这些恩惠发生于那样的关头,在那种时候,人们在攻击自己的敌人时,除了取得胜利,最容易把其他一切都置之度外。
§1.41.3φίλον τε γὰρ ἡγοῦνται τὸν ὑπουργοῦντα, ἢν καὶ πρότερον ἐχθρὸς ᾖ, πολέμιόν τε τὸν ἀντιστάντα, ἢν καὶ τύχῃ φίλος ὤν, ἐπεὶ καὶ τὰ οἰκεῖα χεῖρον τίθενται φιλονικίας ἕνεκα τῆς αὐτίκα.
因为人们把提供帮助的人视为朋友,即使此人以前是敌人;而把阻碍他们的人视为敌人,即使此人碰巧是朋友;因为为了眼前的胜负之争,他们甚至连自己的切身利益也置于次要地位。 ”