§1.37.1‘ἀναγκαῖον Κερκυραίων τῶνδε οὐ μόνον περὶ τοῦ δέξασθαι σφᾶς τὸν λόγον ποιησαμένων, ἀλλ’ ὡς καὶ ἡμεῖς τε ἀδικοῦμεν καὶ αὐτοὶ οὐκ εἰκότως πολεμοῦνται, μνησθέντας πρῶτον καὶ ἡμᾶς περὶ ἀμφοτέρων οὕτω καὶ ἐπὶ τὸν ἄλλον λόγον ἰέναι, ἵνα τὴν ἀφ’ ἡμῶν τε ἀξίωσιν ἀσφαλέστερον προειδῆτε καὶ τὴν τῶνδε χρείαν μὴ ἀλογίστως ἀπώσησθε.
“既然这些克基拉人不仅就接纳他们发表了演说,而且还声称我们行事不义、他们无辜受敌,那么我们也有必要先就这两点进行说明,然后再进行其余的申辩,以便你们能更准确地预先了解我们的诉求,而不至于不加思索地拒绝他们的请求。
§1.37.2‘φασὶ δὲ ξυμμαχίαν διὰ τὸ σῶφρον οὐδενός πω δέξασθαι· τὸ δ’ ἐπὶ κακουργίᾳ καὶ οὐκ ἀρετῇ ἐπετήδευσαν, ξύμμαχόν τε οὐδένα βουλόμενοι πρὸς τἀδικήματα οὐδὲ μάρτυρα ἔχειν οὔτε παρακαλοῦντες αἰσχύνεσθαι.
他们声称,由于自身的克制,他们至今未曾与任何人结盟;但他们奉行这一政策是为了作恶而非出于美德,因为他们不希望有任何盟友作为他们罪行的见证人,也不希望在召集他人时感到羞愧。
§1.37.3καὶ ἡ πόλις αὐτῶν ἅμα αὐτάρκη θέσιν κειμένη παρέχει αὐτοὺς δικαστὰς ὧν βλάπτουσί τινα μᾶλλον ἢ κατὰ ξυνθήκας γίγνεσθαι, διὰ τὸ ἥκιστα ἐπὶ τοὺς πέλας ἐκπλέοντας μάλιστα τοὺς ἄλλους ἀνάγκῃ καταίροντας δέχεσθαι.
此外,他们的城市地理位置优越、能够自给自足,这使他们自己在伤害他人时成为裁判官,而不是根据协定来进行审判,因为他们极少驾船前往邻国,而其他人却往往因迫不得已而在他们的港口停靠。
§1.37.4καὶ τοῦτο τὸ εὐπρεπὲς ἄσπονδον οὐχ ἵνα μὴ ξυναδικῶσιν ἑτέροις προβέβληνται, ἀλλ’ ὅπως κατὰ μόνας ἀδικῶσι καὶ ὅπως ἐν ᾧ μὲν ἂν κρατῶσι βιάζωνται, οὗ δ’ ἂν λάθωσι πλέον ἔχωσιν, ἢν δέ πού τι προσλάβωσιν ἀναισχυντῶσιν·
他们提出这一不缔结盟约的体面借口,并非为了不与他人共同作恶,而是为了能独自进行不义之举,以便在占优势的地方强取豪夺,在能隐瞒的地方多占便宜,若在某处攫取了什么,便厚颜无耻地矢口否认。
§1.37.5καίτοι εἰ ἦσαν ἄνδρες,ὥσπερ φασίν, ἀγαθοί, ὅσῳ ἀληπτότεροι ἦσαν τοῖς πέλας, τόσῳ δὲ φανερωτέραν ἐξῆν αὐτοῖς τὴν ἀρετὴν διδοῦσι καὶ δεχομένοις τὰ δίκαια δεικνύναι.
然而,如果他们真如自己所说是正直的人,那么他们对邻国来说越是难以对付,他们就越能够通过履行和接受公正的审判,来更清晰地展现自己的美德。 ”