§1.36.1‘καὶ ὅτῳ τάδε ξυμφέροντα μὲν δοκεῖ λέγεσθαι, φοβεῖται δὲ μὴ δι’ αὐτὰ πειθόμενος τὰς σπονδὰς λύσῃ, γνώτω τὸ μὲν δεδιὸς αὐτοῦ ἰσχὺν ἔχον τοὺς ἐναντίους μᾶλλον φοβῆσον, τὸ δὲ θαρσοῦν μὴ δεξαμένου ἀσθενὲς ὂν πρὸς ἰσχύοντας τοὺς ἐχθροὺς ἀδεέστερον ἐσόμενον, καὶ ἅμα οὐ περὶ τῆς Κερκύρας νῦν τὸ πλέον ἢ καὶ τῶν Ἀθηνῶν βουλευόμενος, καὶ οὐ τὰ κράτιστα αὐταῖς προνοῶν, ὅταν ἐς τὸν μέλλοντα καὶ ὅσον οὐ παρόντα πόλεμον τὸ αὐτίκα περισκοπῶν ἐνδοιάζῃ χωρίον προσλαβεῖν ὃ μετὰ μεγίστων καιρῶν οἰκειοῦταί τε καὶ πολεμοῦται.
“凡是认为这些提议确实有利,但又担心如果听从就会违反条约的人,应该明白:他那伴随着力量的恐惧(指通过结盟增强实力而产生的谨慎)将更能使敌人感到害怕,而如果不接纳我们,他那在强大的敌人面前显得软弱的自信,则更不被敌人所畏惧;同时,当他面对即将到来、几乎就在眼前的战争,却因只顾及眼前的利益,而对获取一个在关键时刻要么成为朋友、要么成为敌人的地方犹豫不决时,他现在实际上主要不是在为克基拉,而是在为雅典筹划,并且没有为雅典做出最有利的预备。
§1.36.2τῆς τε γὰρ Ἰταλίας καὶ Σικελίας καλῶς παράπλου κεῖται, ὥστε μήτε ἐκεῖθεν ναυτικὸν ἐᾶσαι Πελοποννησίοις ἐπελθεῖν τό τε ἐνθένδε πρὸς τἀκεῖ παραπέμψαι, καὶ ἐς τἆλλα ξυμφορώτατόν ἐστιν.
因为这个地方正好处于前往意大利和西西里的航道上,既能阻止那里的海军前来援助伯罗奔尼撒人,又能将这里的海军护送到那里去,而且在其他方面也极为有利。
§1.36.3βραχυτάτῳ δ’ ἂν κεφαλαίῳ, τοῖς τε ξύμπασι καὶ καθ’ ἕκαστον, τῷδ’ ἂν μὴ προέσθαι ἡμᾶς μάθοιτε· τρία μὲν ὄντα λόγου ἄξια τοῖς Ἕλλησι ναυτικά, τὸ παρ’ ὑμῖν καὶ τὸ ἡμέτερον καὶ τὸ Κορινθίων· τούτων δὲ εἰ περιόψεσθε τὰ δύο ἐς ταὐτὸν ἐλθεῖν καὶ Κορίνθιοι ἡμᾶς προκαταλήψονται, Κερκυραίοις τε καὶ Πελοποννησίοις ἅμα ναυμαχήσετε, δεξάμενοι δὲ ἡμᾶς ἕξετε πρὸς αὐτοὺς πλείοσι ναυσὶ ταῖς ἡμετέραις ἀγωνίζεσθαι.
简而言之,无论从全局还是从局部来看,你们都可以通过以下最简短的总结来明白不应该放弃我们:在希腊人中,有三支值得一提的海军,即你们的、我们的和科林斯人的;如果你们任由这两支海军合二为一,让科林斯人先发制人占有我们,你们就必须同时与克基拉人和伯罗奔尼撒人进行海战;但如果接纳我们,你们就可以利用我们加入后的更多船只与他们对抗。
’ §1.36.4τοιαῦτα μὲν οἱ Κερκυραῖοι εἶπον· οἱ δὲ Κορίνθιοι μετ’ αὐτοὺς τοιάδε.
” 克基拉人作了如上的申述,在他们之后,科林斯人发言如下。