Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.3.1-1.3.4

希腊之名的起源与早期希腊的羸弱

第 3 段,共 917 段 · 希腊语

内容简介

作者以荷马的记述等为证据,指出在特洛伊战争之前并不存在“希腊”这一统一名称和共同行动,从而论证了古代的割裂与软弱。

§1.3.1δηλοῖ δέ μοι καὶ τόδε τῶν παλαιῶν ἀσθένειαν οὐχ ἥκιστα· πρὸ γὰρ τῶν Τρωικῶν οὐδὲν φαίνεται πρότερον κοινῇ ἐργασαμένη ἡ Ἑλλάς·
而且,以下这件事也向我最有力地证明了古代人的软弱:因为在特洛伊战争之前,希腊显然没有共同采取过任何行动。
§1.3.2δοκεῖ δέ μοι, οὐδὲ τοὔνομα τοῦτο ξύμπασά πω εἶχεν, ἀλλὰ τὰ μὲν πρὸ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ πάνυ οὐδὲ εἶναι ἡ ἐπίκλησις αὕτη, κατὰ ἔθνη δὲ ἄλλα τε καὶ τὸ Πελασγικὸν ἐπὶ πλεῖστον ἀφ’ ἑαυτῶν τὴν ἐπωνυμίαν παρέχεσθαι, Ἕλληνος δὲ καὶ τῶν παίδων αὐτοῦ ἐν τῇ Φθιώτιδι ἰσχυσάντων, καὶ ἐπαγομένων αὐτοὺς ἐπ’ ὠφελίᾳ ἐς τὰς ἄλλας πόλεις, καθ’ ἑκάστους μὲν ἤδη τῇ ὁμιλίᾳ μᾶλλον καλεῖσθαι Ἕλληνας, οὐ μέντοι πολλοῦ γε χρόνου [ἐδύνατο] καὶ ἅπασιν ἐκνικῆσαι.
在我看来,当时整个希腊甚至还没有这个名字,在德乌卡利翁之子赫伦之前,这个称呼甚至根本不存在,而是由各个部落,特别是皮拉斯基人,最大程度上以自己的名字来命名各自的地区。 但是,当赫伦及其子孙在弗提奥提斯强大起来,其他城市为了自身的利益而邀请他们去援助时,各个部落由于这种交往,才逐渐被称为赫伦人,然而,这门称呼要推广并普及到所有人,还是经历了很长的时间。
§1.3.3τεκμηριοῖ δὲ μάλιστα Ὅμηρος· πολλῷ γὰρ ὕστερον ἔτι καὶ τῶν Τρωικῶν γενόμενος οὐδαμοῦ τοὺς ξύμπαντας ὠνόμασεν, οὐδ’ ἄλλους ἢ τοὺς μετ’ Ἀχιλλέως ἐκ τῆς Φθιώτιδος, οἵπερ καὶ πρῶτοι Ἕλληνες ἦσαν, Δαναοὺς δὲ ἐν τοῖς ἔπεσι καὶ Ἀργείους καὶ Ἀχαιοὺς ἀνακαλεῖ.
荷马最有力地证明了这一点:因为他虽然生活在特洛伊战争之后很久,但在任何地方都没有把他们全体称为赫伦人,除了跟随阿喀琉斯来自弗提奥提斯的人之外,他们才是最初的赫伦人;在诗作中,他称他们为达奈人、阿耳戈斯人和阿开亚人。
οὐ μὴν οὐδὲ βαρβάρους εἴρηκε διὰ τὸ μηδὲ Ἕλληνάς πω, ὡς ἐμοὶ δοκεῖ, ἀντίπαλον ἐς ἓν ὄνομα ἀποκεκρίσθαι.
同样地,他也没有使用过“野蛮人”这个词,因为在我看来,当时赫伦人自己也还没有被区分并统一到一个与之相对立的名字中。
§1.3.4οἱ δ’ οὖν ὡς ἕκαστοι Ἕλληνες κατὰ πόλεις τε ὅσοι ἀλλήλων ξυνίεσαν καὶ ξύμπαντες ὕστερον κληθέντες οὐδὲν πρὸ τῶν Τρωικῶν δι’ ἀσθένειαν καὶ ἀμειξίαν ἀλλήλων ἁθρόοι ἔπραξαν.
总之,这些在各个城市中分别被称为赫伦人的人们——无论是彼此语言相通的人,还是后来被统称为这个名字的所有人——在特洛伊战争之前,由于力量弱小且彼此缺乏交往,从未联合起来采取过任何行动。
ἀλλὰ καὶ ταύτην τὴν στρατείαν θαλάσσῃ ἤδη πλείω χρώμενοι ξυνεξῆλθον.
甚至连这次远征,也是在他们已经较多地利用海洋之后,才共同出发的。

词汇与语法注释

  1. §1.3.1φαίνεται ... ἐργασαμένη — 动词 φαίνεται 搭配分词 ἐργασαμένη(而非不定式)表示确凿的事实(“显然……”),这与搭配不定式时表示“似乎……”的意思不同。
  2. §1.3.2ἐπαγομένων αὐτοὺς — 属格独立结构的一部分,中动态分词 ἐπαγομένων 的逻辑主语(即邀请他们的其他城市的人)被省略了。宾格的 αὐτοὺς 指的是赫伦及其子孙。
  3. §1.3.3διὰ τὸ μηδὲ Ἕλληνάς πω ... ἀποκεκρίσθαι — 介词 διὰ 引导冠词不定式 τὸ ... ἀποκεκρίσθαι 构成的原因短语。宾格 Ἕλληνάς 是该不定式的逻辑主语,否定词 μηδὲ 用于否定不定式短语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.3.1-1.3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.3.1-1.3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。