§1.4.1Μίνως γὰρ παλαίτατος ὧν ἀκοῇ ἴσμεν ναυτικὸν ἐκτήσατο καὶ τῆς νῦν Ἑλληνικῆς θαλάσσης ἐπὶ πλεῖστον ἐκράτησε καὶ τῶν Κυκλάδων νήσων ἦρξέ τε καὶ οἰκιστὴς πρῶτος τῶν πλείστων ἐγένετο, Κᾶρας ἐξελάσας καὶ τοὺς ἑαυτοῦ παῖδας ἡγεμόνας ἐγκαταστήσας·
因为在凭传闻而为我们所知的人中,米诺斯是最早拥有海军的,他统治了现在被称为希腊海的大部分海域,支配着基克拉泽斯群岛,并且是其中大多数岛屿的首位殖民者,他驱逐了卡里亚人,并立自己的儿子们为统治者。
τό τε λῃστικόν, ὡς εἰκός, καθῄρει ἐκ τῆς θαλάσσης ἐφ’ ὅσον ἐδύνατο, τοῦ τὰς προσόδους μᾶλλον ἰέναι αὐτῷ.
而且,正如可以想见的那样,他尽其所能从海上清除海盗,以便让收入更顺畅地流入自己手中。