Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.2.1-1.2.6

早期希腊的频繁迁徙与阿提卡的稳定

第 2 段,共 917 段 · 希腊语

内容简介

分析了古希腊因土地肥沃导致内讧与外敌入侵,进而造成定居不稳定和频繁迁徙的状况,并以阿提卡为例,说明其因土地贫瘠而保持稳定,吸引移民并增加人口。

§1.2.1φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες βιαζόμενοι ὑπό τινων αἰεὶ πλειόνων.
因为显而易见,现在被称为希腊的这个地方,在古代并没有稳定的定居,而是早先经常发生迁徙,每当受到人数总是多于他们的其他人的强力压迫时,每个人都很容易地放弃了自己的土地。
§1.2.2τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδ’ ἐπιμειγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες, ἄδηλον ὂν ὁπότε τις ἐπελθὼν καὶ ἀτειχίστων ἅμα ὄντων ἄλλος ἀφαιρήσεται, τῆς τε καθ’ ἡμέραν ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ἡγούμενοι ἐπικρατεῖν, οὐ χαλεπῶς ἀπανίσταντο, καὶ δι’ αὐτὸ οὔτε μεγέθει πόλεων ἴσχυον οὔτε τῇ ἄλλῃ παρασκευῇ.
由于当时没有商业,无论是在陆路上还是在海路上,他们都不能毫无畏惧地彼此交往,每个人耕种自己的土地只够维持生计,既没有多余的财富,也没有在土地上种植树木——因为他们不知道什么时候会有人侵入并夺走它,尤其是他们还没有城壁——而且他们认为在任何地方都可以获得日常所需的食物,所以他们很容易就搬迁了。 正因为如此,他们无论是在城市的规模上还是在其他的准备上都不强大。
§1.2.3μάλιστα δὲ τῆς γῆς ἡ ἀρίστη αἰεὶ τὰς μεταβολὰς τῶν οἰκητόρων εἶχεν, ἥ τε νῦν Θεσσαλία καλουμένη καὶ Βοιωτία Πελοποννήσου τε τὰ πολλὰ πλὴν Ἀρκαδίας, τῆς τε ἄλλης ὅσα ἦν κράτιστα.
尤其是最肥沃的土地总是最经常发生居民的更替,比如现在被称为色萨利和波奥蒂亚的地方,以及除阿卡迪亚以外的伯罗奔尼撒的大部分地区,还有其他地区中所有最富庶的地方。
§1.2.4διὰ γὰρ ἀρετὴν γῆς αἵ τε δυνάμεις τισὶ μείζους ἐγγιγνόμεναι στάσεις ἐνεποίουν ἐξ ὧν ἐφθείροντο, καὶ ἅμα ὑπὸ ἀλλοφύλων μᾶλλον ἐπεβουλεύοντο.
因为由于土地肥沃,某些人获得了更大的权力,从而引发了使他们毁灭的内讧,同时他们也更容易受到异族的觊觎。
§1.2.5τὴν γοῦν Ἀττικὴν ἐκ τοῦ ἐπὶ πλεῖστον διὰ τὸ λεπτόγεων ἀστασίαστον οὖσαν ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ αἰεί.
总之,阿提卡由于土壤贫瘠,在极长的时间里免于内讧,所以一直是由同样的人居住着的。
§1.2.6καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστι διὰ τὰς μετοικίας ἐς τὰ ἄλλα μὴ ὁμοίως αὐξηθῆναι· ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος οἱ πολέμῳ ἢ στάσει ἐκπίπτοντες παρ᾽ Ἀθηναίους οἱ δυνατώτατοι ὡς βέβαιον ὂν ἀνεχώρουν, καὶ πολῖται γιγνόμενοι εὐθὺς ἀπὸ παλαιοῦ μείζω ἔτι ἐποίησαν πλήθει ἀνθρώπων τὴν πόλιν, ὥστε καὶ ἐς Ἰωνίαν ὕστερον ὡς οὐχ ἱκανῆς οὔσης τῆς Ἀττικῆς ἀποικίας ἐξέπεμψαν.
而以下这个例子,对于我的这一论点,即由于移民迁徙的原因导致其他地方没有得到同样的发展,是一个不小的证明:因为在希腊其他地方因战争或内讧而被逐出的最有力者,都退避到雅典人那里,将其视为安全之地;他们成为公民,自古以来就立即使雅典城在人口数量上变得更大,以至于后来因为阿提卡土地不足,他们甚至向伊奥尼亚派遣了殖民者。

词汇与语法注释

  1. §1.2.1φαίνεται ... οὐ πάλαι βεβαίως οἰκουμένη — 动词 φαίνεται 搭配分词 οἰκουμένη 表示显而易见的事实(“显然未曾定居”),这与搭配不定式(表示“似乎、好像”)的句型不同。
  2. §1.2.2ἄδηλον ὂν ὁπότε τις ἐπελθὼν καὶ ἀτειχίστων ἅμα ὄντων ἄλλος ἀφαιρήσεται — ἄδηλον ὄν 是非人称的宾格绝对句。在该从句中,插入了属格绝对句 ἀτειχίστων ἅμα ὄντων(同时他们没有城墙),而 ὁπότε... ἀφαιρήσεται 则是一个间接疑问从句。
  3. §1.2.2ἂν ... ἡγούμενοι ἐπικρατεῖν — 语气词 ἂν 并不修饰分词 ἡγούμενοι,而是修饰其宾语不定式 ἐπικρατεῖν,表示潜在可能性(“将能够获得”)。
  4. §1.2.6διὰ τὰς μετοικίας ἐς τὰ ἄλλα μὴ ὁμοίως αὐξηθῆναι — 这是一个“宾格加不定式”的结构。αὐξηθῆναι 的逻辑主语是省略的“阿提卡”,意思是“由于移民的原因,[阿提卡]没有像其他地方(ἐς τὰ ἄλλα)那样(以同样普通的方式)发展(即,得到了远超他处的极大发展)”。
  5. §1.2.6ὡς βέβαιον ὄν — βέβαιον ὄν 是非人称动词的宾格绝对句。连词 ὡς 的加入表达了避难者主观上的原因或信念(“相信那是安全之地”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.2.1-1.2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.2.1-1.2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。